# Commentarium in Dionysii periegetae orbis descriptionem 680

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 680. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/680

Ὅτι Σαυρομάτας ἐπέχουσι Σινδοὶ, οἱ καὶ Ζικχοὶ κατά τινας. Λέγει δὲ τὸ ἐπέχουσιν ἀντὶ τοῦ διαδέχονται, καὶ μετ' αὐτοὺς τὴν γῆν ἔχουσιν. Ὅμηρος δὲ ἐπέχειν λέγει τὸ κατά τινος ἔχειν καὶ ἐπικεῖσθαι, καὶ δοτικῇ συντάσσει, οἷον· «δαιμονίη, τί μοι ἐπέχεις;» Ὁμοίως μετὰ Σαυρομάτας εἰσὶ καὶ οἱ ἐν Ὀδυσσείᾳ πλατύτερον ἱστορηθέντες Κιμμέριοι, καὶ οἱ Ὀρέται δίχα τοῦ σ· οἱ γὰρ μετὰ τοῦ σ Ὀρέσται ἔθνος εἰσὶν Εὐρωπαῖον, Μολοσσικὸν, ἀπὸ τοῦ Ἀγαμεμνονίδου Ὀρέστου καλούμενοι. Ἐκεῖ δὲ, φησὶ, καὶ οἱ Κερκέτιοι, ὧν ἡ χώρα Κερκετὸς λέγεται, παρακειμένη τῷ προειρημένῳ Καυκάσῳ. Ἐκεῖ δὲ καὶ οἱ ἀλκήεντες Ἀχαιοὶ, οὓς ἐκ Τροίας, φησὶ, νότου καὶ ζεφύρου πνοαὶ νοσφισάμεναι, ἤγουν νόσφι καὶ χωρὶς καὶ μακρὰν ἀπαγαγοῦσαι καὶ ἀφορίσασαι ἤγαγον ἐκεῖ, ἑπομένους Ἀρητιάδῃ βασιλεῖ, ἤγουν τῷ Πελοπίδῃ Ἀγαμέμνονι, ὃν Ἀρητιάδην λέγει, τουτέστιν ἐξ Ἄρεος καταγόμενον, διὰ τὴν τοῦ Ἄρεος Ἱπποδάμειαν, ἣν ὁ τοῦ Ἀγαμέμνονος πρόγονος Πέλοψ εἰς γυναῖκα ἠγάγετο. Οἱ δὲ ἕπεσθαι τοὺς τοιούτους φασὶν Ἀχαιοὺς Ἀρητιάδῃ βασιλεῖ ἤτοι τῷ πολεμικῷ Ἀχιλλεῖ, συλληστεύοντας αὐτῷ πολεμαρχοῦντι, ἢ μᾶλλον Ἰαλμένῳ φασὶν αὐτοὺς ἀκολουθῆσαι τῷ υἱῷ Ἄρεος, Ἀσπληδονίων βασιλεῖ· ἦσαν δὲ Ὀρχομένιοι. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι ἀπὸ τῆς Ἰάσονος στρατείας τῆς εἰς Κόλχους οἱ μὲν Φθιῶται Ἀχαιοὶ τὴν ἐν Ἀσίᾳ Φθίαν ᾤκησαν, Λάκωνες δὲ τὴν Ἡνιοχίαν χώραν, ὧν ἦρχε Ῥέκας τε καὶ Ἀμφίστρατος, ἡνίοχοι Διοσκούρων, ἀφ' ὧν τὸ ἐκεῖ ἔθνος οἱ Ἡνίοχοι, καὶ ἡ χώρα ἡ Ἡνιοχία. Οἱ δὲ τὸν Πομπήϊον Ἀρητιάδην βασιλέα ἐνόησαν, ὃς ἔχων Σκύθας συμμάχους, μεθ' ὧν ἦσαν καὶ οἱ τοιοῦτοι Ἀχαιοὶ, ἐπολέμησε Καίσαρι κατὰ τὸν ἐμφύλιον πόλεμον. Τὸ δὲ Ἀρητιάδης ἀπὸ τοῦ Ἄρης Ἄρητος ἰαμβικοῦ γίνεται. Πάσχει γὰρ καὶ τοιαύτην ἰαμβικὴν κλίσιν ὁ Ἄρης. Τὸ δὲ νοσφισάμενοι λέξις ἐστὶν Ὁμηρική. Οἱ δὲ ὕστερον ἐπὶ τοῦ ἰδιοποιεῖσθαι καὶ ἀποκερδαίνειν τιθέασι τὸ νοσφίζεσθαι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
