# Commentarium in Dionysii periegetae orbis descriptionem 69

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/69

Ὅτι ὁ Ἰβηρικὸς κόλπος Εὐρώπης ἐστὶν ἀρχὴ καὶ Λιβύης· μέσος γάρ, φησιν, ἑλίσσεται ἀμφοτέρων, οὗ παρὰ πλευραῖς καὶ αἱ τοῦ Ἡρακλέος κεῖνται στῆλαι. Τὸν δὲ μετεκδέχεται Γαλάτης ῥοῦς, ἤτοι τὸ Γαλατικὸν πέλαγος· ἀντὶ κτητικοῦ γὰρ εἴρηται, ὥσπερ καὶ Αἰσχύλος Σκύθην οἶμον λέγει τὸν Σκυθικόν. Ὅρα δὲ ὅπως ἐν ὅλῳ τῷ παρόντι χωρίῳ εὐφυῶς καὶ ἐπικαίρως τοῖς παρίσοις ἤτοι τοῖς ἰσοκαταλήκτοις ῥήμασι συχνῶς χρῆται ὁ Διονύσιος, τὴν ὑπτιότητα καὶ ἀνάπτωσιν τῆς περιηγητικῆς ἀφηγήσεως ἀνιστῶν τῷ κάλλει καὶ τῇ γοργότητι ἐν τῷ λέγειν «πόντος Ἰβηρικὸς ἐγκέχυται» καὶ «μέσσος ἑλίσσεται» καὶ «Λιγυστιὰς ἕλκεται ἅλμη» καὶ «ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ» καὶ «Σαρδόνιος μορμύρεται πόντος «καὶ» ὠρύεται Τυρσηνὶς θάλασσα» καὶ «κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος» καὶ ἄλλα τοιαῦτα. Σκόπει δὲ καὶ τὴν ἐν τοῖς ὀνόμασιν ἐπίχυσιν καὶ ποριμότητα τοῦ ποιητοῦ, ἐν τῷ «πόντος Ἰβηρικὸς» καὶ «Γαλάτης ῥόος» καὶ «Λιγυστιὰς ἅλμη» καὶ «Κύρνιον ἁλμυρὸν ὕδωρ» καὶ «Τυρσηνίδος οἶδμα θαλάσσης.» Ἰστέον δὲ ὅτι τὸν ἀπὸ τῶν Γαλατῶν ὀνομαζόμενον Γαλάτην ῥοῦν, ἤτοι τὴν Γαλατικὴν θάλασσαν, Κελτογαλάται παροικοῦσι, καὶ ὅτι λέγονται ἥττονες ἀκράτου οἱ Γαλάται εἶναι. Λέγεται δὲ οὕτω καλεῖσθαι ἀπὸ Γαλάτου τινὸς υἱοῦ Ἀπόλλωνος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
