# Commentarium in Dionysii periegetae orbis descriptionem 7

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/7

Σφενδόνῃ δὲ τὴν οἰκουμένην εἰκάζει ὁ Διονύσιος ἢ τῷ λιθοβόλῳ ὀργάνῳ ἢ καὶ αὐτῇ τῇ σφενδόνῃ τοῦ δακτυλίου. Εἰ δέ τις ὀκνεῖ τοῦτο παραδέχεσθαι, ἀφαιρείσθω καὶ τῆς τοῦ δακτυλίου σφενδόνης καὶ τὸ ὄνομα. Ἔοικε γὰρ καὶ αὐτὴ τοιαύτη πάλαι ποτὲ οὖσα κατὰ τὸ ἀρχαῖον ἐφ' ἑκάτερα μὲν εὐρύνεσθαι, ἐπὶ θάτερα δὲ καθ' ὁμοιότητα τῆς ὁμωνύμου πετροβόλου σφενδόνης συνάγεσθαι εἰς ὀξύτερον. Οἱ δὲ παλαιοί φασι καὶ κόσμον τινὰ γυναικεῖον σφενδόνην καλεῖσθαι, ὅμοιον τῇ τηλεβόλῳ σφενδόνῃ ὄντα, πλατὺν μὲν καὶ αὐτὸν τὰ μέσα καὶ πρὸς τῷ μετώπῳ πίπτοντα, ἐκ λεπτοτέρων δὲ καὶ ὀξυτέρων τῶν ἄκρων ὀπίσω δεσμούμενον. Ἦν δὲ, φασὶ, καὶ ὀπισθοσφενδόνη παρὰ τοῖς κωμικοῖς ἐκ τοῦ ἐναντίου τῇ τοιαύτῃ σφενδόνῃ, διὰ τὸ γελοιότερον περιτιθεμένη τῇ κεφαλῇ, καὶ ὀπίσω μὲν ἔχουσα τὰ πλατύτερα, τὰ δὲ ὀξύτερα καὶ τὸν δεσμὸν περὶ τὸ ἔμπροσθεν. Ὅτι τὴν ὅλην γῆν, καίπερ μίαν οὖσαν φύσει καὶ συνεχῆ, οἱ ἄνθρωποι τρισσαῖς ἐπ' ἠπείροις ἐδάσαντο. Τοῦτο δὲ ἐκ τῶν Ἡροδότου παραπέφρασται, εἰπόντος ὅτι τῇ γῇ μιᾷ οὔσῃ τριφάσια κεῖνται ὀνόματα, ἐπωνυμίας ἔχοντα γυναικῶν. Εἶτα ὁ Διονύσιος φιλοτιμούμενος ἑνὶ ἔπει περιλαβεῖν τὰ τοιαῦτα τρία τῆς γῆς τμήματα φησί· «πρώτην μὲν Λιβύην, μετὰ δ' Εὐρώπην Ἀσίην τε.» Ἰστέον δὲ ὅτι προτάττει τῶν ἄλλων τὴν Λιβύην καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, οὐ κατά τινα περιηγητικὴν ἀνάγκην, ἀλλὰ καὶ οἷα Λίβυς φιλῶν τὰ οἰκεῖα, καὶ οὕτω τὸ ἑαυτοῦ ἔθνος τῶν λοιπῶν προτιθέμενος. Ὁ τοίνυν Ἀμασεὺς γεωγράφος οὐχ οὕτω προσπαθῶς ἔχων ἄλλως μετεχειρίσατο τὴν περιήγησιν, καὶ ἐκ τῆς Εὐρώπης ἀρξάμενος εἰς τὴν Λιβύην κατέληξεν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
