# Commentarium in Dionysii periegetae orbis descriptionem 718

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 718. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/718

Ὅτι ὁ Διονύσιος μὲν περίδρομον ἢ περίτροχον ἀμφιέλικτον τὸ τῆς Κασπίας θαλάσσης σχῆμά φησιν, ὡς οἷα κυκλοτερὲς, καὶ τῷ ὠκεανῷ αὐτὴν συμμιγνύειν. Φησὶ γάρ· «ὀξὺ δ' ἐπ' ἄρκτους ἑλκομένη ἐπιμίσγεται τῷ ὠκεανῷ.» Καὶ οὕτω μὲν ὁ Διονύσιος, ὅς γε καὶ στόμα ἔοικε παραδιδόναι, καθ' ὃ δηλαδὴ εἰς αὐτὴν ὁ ὠκεανὸς ἀπερεύγεται, ὡς καὶ ἐν ἀρχαῖς τοῦ βιβλίου φαίνεται· Πτολεμαῖος δὲ οὔτε στόμα αὐτῆς τοιοῦτον οἶδεν, ὅς γε καὶ περιοδεύεσθαί φησι κύκλῳ αὐτὴν τοῖς πεζεύουσι, καὶ οὐδὲ κυκλοτερῆ αὐτὴν ἱστορεῖ, ἀλλὰ σφενδόνῃ ἐοικυῖαν ὑποτίθεται, ὁποῖον ὁ Διονύσιος τὸ τῆς οἰκουμένης ἔθετο σχῆμα. Διχῆ τοίνυν οὕτω διαφερομένων τῶν σοφῶν, τὰ μὲν περὶ τοῦ σχήματος τῆς θαλάσσης ταύτης μεμενήκασιν ἴσως αὐτοῖς ἀκατάλλακτα, ἡ δὲ λοιπὴ διαφορὰ, ὡς ἐν ἀρχαῖς ἐρρέθη, συμβεβίβασται παρὰ τῶν παλαιῶν διαιτηθεῖσα καλῶς. Εἰ γὰρ ἐξ ἀδήλων πηγῶν ὁ ὠκεανὸς τὸ Κάσπιον ἀναδίδωσι πέλαγος, σώζοιτο ἂν καὶ ὁ τοῦ Πτολεμαίου καὶ ὁ τοῦ Διονυσίου λόγος, ὡς ἐν τοῖς φθάσασι γέγραπται. Καθὸ μὲν γὰρ ἐξ ὠκεανοῦ τὸ Κάσπιον ὕδωρ, ἀληθεύει ὁ Διονύσιος, ἐρεύγεσθαι εἰπὼν αὐτόθι τὸν ὠκεανόν· εἰ δὲ ἄδηλοι αἱ πηγαὶ καὶ οὐ φαίνεται τὸ στόμα, ἀληθεύει καὶ ὁ Πτολεμαῖος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
