# Commentarium in Dionysii periegetae orbis descriptionem 730

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 730. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/730

Ὅτι Οὖννοι, ἢ Θοῦννοι μετὰ τοῦ θ στοιχείου, Κάσπιον ἔθνος εἰσὶ Σκυθικόν. Μάλιστα δὲ προσθετέον τοῖς γράφουσιν Οὖννοι δίχα τοῦ θ. Φέρεται γοῦν καὶ ἐν τῇ τοῦ Σιμοκάτου οἰκουμενικῇ ἱστορίᾳ Οὔννους τοὺς πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους Πέρσαι καλοῦσιν, οὕτω ποτὲ πολυχρύσους γενέσθαι, ὡς καὶ κλίνην χρυσῆν σφυρηλατεῖν καὶ τραπέζας καὶ θρόνους καὶ βήματα, εἰσπραττομένους ἐκ τῶν Μήδων ἠρεμίας προφάσει τεσσαράκοντα χιλιάδας χρυσῶν· ὕστερον μέντοι φορολογηθῆναι τοὺς τοιούτους Οὔννους ὑπὸ Βαβυλωνίων ἱστοροῦσιν. Οὐ μόνον δὲ ὁ Σιμόκατος, ἀλλὰ καὶ πολλοὶ πίστεως ἄξιοι τοὺς Οὔννους ἔθνος ἱστοροῦσι Σκυθικὸν ἀξιόλογον. Ὅτι ὥσπερ οἱ ῥηθέντες Οὖννοι Σκύθαι εἰσὶν, οὕτω καὶ οἱ Κάσπιοι μετ' αὐτοὺς ὄντες ἔθνος λόγου ἄξιον· ἀφ' ὧν καὶ ἡ θάλασσα Κασπία καλεῖται, ὡς καὶ ἀπὸ τῶν Ὑρκανίων Ὑρκανία· παρ' οἷς καὶ τῶν φύλλων ἀπορρέειν μέλι ἡ ἱστορία φησὶ, καὶ ἡ ἄμπελος πολυφορεῖ, καὶ ἡ συκῆ δὲ οὕτω λέγεται πλουτεῖν τῷ καρπῷ, ὡς ἐνίας καὶ εἰς μεδίμνους ἑξήκοντα πληθύνειν τὸν καρπόν. Ἐκεῖ δὲ καὶ τὸ ἔθνος οἱ Ἀλβανοὶ, ποιμενικοὶ καὶ μετρίως πολεμικοὶ, μεταξὺ Ἰβήρων καὶ Κασπίας· ὧν Κυκλώπειος, φασὶν, ὁ βίος, τούτεστιν εὐδαίμων καὶ ἄπονος, οἷς ἡ γῆ πολλαχοῦ ἅπαξ σπαρεῖσα τοῦ λοιποῦ δὶς καὶ τρὶς ἄσπαρτον φέρει καρπόν. Ἁπλοῖ δέ εἰσι καὶ οὐκ οἴδασι νόμους, οὐδὲ ἀριθμοὺς οἴδασι πλείω τῶν ἑκατόν. Γλῶσσαι δὲ αὐτῶν κατὰ τὸν Γεωγράφον ἓξ καὶ εἴκοσιν. Ἐκεῖ δὲ καὶ οἱ Καδούσιοι κατὰ τὸν Διονύσιον, ὧν τραχεῖα ἡ γῆ, ἄνδρες δεινοὶ πετροβατεῖν, καὶ ἀκοντισταὶ ἄριστοι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, καὶ οἷοι ἐν τοῖς τραχέσι πεζοὶ ἀντὶ ἱππέων διαμάχεσθαι. Τούτοις δὲ ἀγχιγείτονες Μάρδοι καὶ Ὑρκάνιοι καὶ Ἄπυροι, οὓς Ταπύρους φησὶν ὁ Γεωγράφος, ἀρχομένους ἀπὸ τοῦ τ, οἳ ἐκ γυναικὸς δύο ἢ τρία ἀνελόμενοι τέκνα ἐκδιδόασι τοῦ λοιποῦ τὰς γυναῖκας ἑτέροις.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
