# Commentarium in Dionysii periegetae orbis descriptionem 739

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 739. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/739

Ὅτι πέραν Ἀράξου πρὸς ἀνατολὰς οἱ Μασσαγέται τοξικώτατοι καὶ κακοξεινότατοι, ἔθνος μέγα καὶ ἄλκιμον, παρ' οἷς Κῦρος ἐτελεύτησε, βασιλευούσης Τομύριδος· ὧν ὑπογράφων τὴν ἀγριότητά φησιν, ὅτι αὐτοῖς οὐ σίτου ἐστὶ μελίφρονος ἐδωδὴ, οὐ μὴν οὐδὲ οἶνος μεταδήμιος, ἤτοι ἐνδήμιος, ἀλλ' ἵππων αἵματι μίσγοντες λευκὸν γάλα ζῶσι. Διὸ καὶ εὔχεται ὁ Διονύσιος ἐνδιαθέτως, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη σαφέστερον, ὅτι μήτ' αὐτὸς ἐγὼ, μήθ' ὅστις ἐμοὶ ἑταῖρος ἐμπελάσαι αὐτοῖς. Μάλα γάρ τε κακοξεινότεροι ἄλλων. Καὶ ὅρα ὅτι τῶν ἄλλων μελίφρονα οἶνον λεγόντων, οὗτος σῖτον ἔφη μελίφρονα. Σημείωσαι δὲ ὅτι καὶ οὗτος τοῦ κακοξεινότερος τὴν προπαραλήγουσαν ἀντὶ μακρᾶς ἐδέξατο· καθὰ καὶ ὁ Ποιητὴς ἐν Ὀδυσσείᾳ, ἔνθα καὶ ἐρρέθη τὰ εἰκότα. Ἰστέον δὲ ὅτι ἠδύνατο μὲν ἐκφυγεῖν τὴν κακομετρίαν ὁ Διονύσιος, σχηματίσας ὥσπερ καὶ πρὸ τούτου ἐκ τοῦ αἰδοῖος τὸ αἰδοιέστερος Ἰωνικῶς, οὕτω καὶ ὧδε ἐκ τοῦ κακόξεινος τὸ κακοξεινέστερος· ἀλλ' ἔοικε θελῆσαι μᾶλλον συγχωλᾶναι τῷ Ὁμηρικῷ μέτρῳ, ἤπερ ἄλλως ὀρθὸν προαγαγεῖν τὸ ἔπος καὶ ἄσφαλτον. Φασὶ δὲ ἄριστον εἶναι παρὰ τοῖς Μασσαγέταις θάνατον, ὅταν γηράσαντες συγκατακοπῶσι κρέασι προβάτων καὶ βρωθῶσιν. Ἀμπέχονται δὲ φωκῶν δέρματα, καὶ ἥλιον δεσπότην ἐπιγράφονται, καὶ ἵππον αὐτῷ θύουσιν, ὡς ταχίστῳ, φασὶ, τὸ πάντων τῶν θνητῶν τάχιστον. Χρυσὸς δὲ αὐτοῖς καὶ χαλκὸς ἄπλετος. Σιδήρῳ δὲ χρῶνται οὐδὲν, ὅτι μηδὲ ἔχουσιν. Ἀράξης δὲ καλεῖται ὁ ῥηθεὶς ποταμὸς, ὡς ἀπαράξας τὴν συνέχειαν τῶν ἐκεῖ ὀρῶν καὶ διεκδὺς, καθάπερ καὶ ὁ Πηνειὸς ὁ νῦν Σαλαμβρίας καλούμενος τὴν Ὄσσαν τοῦ Ὀλύμπου ἀπέρρηξε· διὸ καὶ κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου Ἀράξης ἐκλήθη ποτὲ καὶ ὁ Πηνειὸς, ὡς καὶ αὐτὸς ἀπαράξας τῆς Ὄσσης τὸν Ὄλυμπον, ὅτε σεισμῷ τὰ Τέμπη τὰ Θετταλικὰ ῥαγέντα διέστησαν. Τοῦ δὲ Μασσαγετικοῦ τούτου Ἀράξου μέμνηται καὶ Αἰσχύλος, καὶ ἀρέσκεται καὶ ἐκεῖνος ἀπὸ τοῦ ἀράσσειν καλεῖσθαι αὐτόν. Ἡρόδοτος δέ φησι μείζονα μὲν αὐτὸν εἶναι τοῦ Ἴστρου, ῥέοντα ἐκ Ματιανῶν, καὶ νήσους ἔχειν μεγάλας συχνὰς, στόμασι δὲ τεσσαράκοντα ἐκδιδόναι εἰς ἕλη καὶ τενάγη, ἑνὶ δὲ προρρέειν εἰς τὴν Κασπίαν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
