# Commentarium in Dionysii periegetae orbis descriptionem 752

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 752. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/752

Ὅτι Φροῦροι Σκυθικὸν ἔθνος βαρυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ φρουροί, ὅπερ ὀξυνόμενον δηλοῖ τοὺς φύλακας. Τινὲς δὲ Φρῦνοι γράφουσιν ὁμωνύμως τῷ ζώῳ. Φρῦνοι γὰρ, καθὰ καὶ ὁ Φίλων γράφει, οἱ βάτραχοι. Τὸ δὲ Τόχαροι (ἔθνος δὲ ὅμοιον καὶ αὐτό) τινὲς ὀξύνουσι, τριγενὲς εἶναι λέγοντες. Ὅτι Σῆρες ἔθνος βάρβαρον Σκυθικὸν, ἐξ ὧν τὰ Σηρικὰ ὑφάσματα λέγονται. Οὗτοι βόας μὲν, φησὶν, ἀναίνονται καὶ ἴφια μῆλα, αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γῆς εἵματα τεύχουσι πολυδαίδαλα τιμήεντα, ἐοικότα κατὰ χροιὰν λειμωνίδος ἄνθεσι πόας· οὕτω λεπτὰ, ὥστε οὐκ ἂν ἐκείνοις ἐρίσειεν ἔργον ἀραχνάων. Φασὶ δὲ καὶ τὴν βύσσον ἀπὸ βοτάνης συνάγεσθαι. Σημείωσαι δὲ οὖν ὅτι ἐξ ἀνθῶν οἱ Σῆρες ποιοῦσι τὰ ὕφη· διὸ οὐδὲ τοὺς λειμῶνας ἐῶσι καταβόσκεσθαι. Ὅτι δὲ ἀπροσμιγεῖς ἀνθρώποις εἰσὶ καὶ ἀνομίλητοι οἱ Σῆρες, δῆλον ἐκεῖθεν· τῶν πωλουμένων τὸ τίμημα σακκίοις ἐπιγράψαντες ὑποχωροῦσιν· εἶτα ἐλθόντες οἱ ἔμποροι καὶ θέντες τὴν τιμὴν ἀναχωροῦσιν, ἐφ' οἷς ἔρχονται οἱ Σῆρες, καὶ εἰ μὲν ἀρέσκονται, λαμβάνουσι τὴν τιμὴν, εἰ δὲ μή (γε), τὰ ἴδια. Φασὶ δὲ μακροβιωτάτους εἶναι τοὺς Σῆρας, παρατείνοντας πέρα καὶ διακοσίων ἐτῶν. Σημείωσαι δὲ ὅτι ὅμοια τῇ ἱστορίᾳ τῶν Σηρῶν γίνεται καὶ ἔξω τῶν Ἡρακλείων στηλῶν. Ἔμποροι γὰρ ἐκεῖ ἀπὸ Καρχηδόνος ἐρχόμενοι καὶ τὰ φορτία ἐξελόντες, ὥς φησιν Ἡρόδοτος, ὑποτύφουσι καπνόν· καὶ αὐτοὶ μὲν ἀνάγονται τοῦ αἰγιαλοῦ, οἱ δὲ ἐπιχώριοι ἐγγίσαντες σκέπτονται τὸν φόρτον καὶ τίθενται χρυσὸν καὶ ἀναχωροῦσιν. Οἱ δὲ Καρχηδόνιοι ἐκβάντες τῶν νηῶν λογίζονται τὴν ἀξίαν, καὶ καταλλάσσουσιν ἀπροσαύδητοι, καὶ ἐξισώσαντες τὸ συναλλασσόμενον ἀπαλλάσσονται. Δικαίους οὖν συναλλάσσειν αἱ ἱστορίαι καὶ τούτους καὶ τοὺς Σῆρας παραδιδόασιν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
