# Commentarium in Dionysii periegetae orbis descriptionem 767

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 767. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/767

Ὅτι οἱ Τιβαρηνοὶ, οὓς ἡμεῖς Τιβρανούς φαμεν, πολύρρηνές εἰσιν, ὃ ἔστι πολυπρόβατοι, πολυθρέμμονες. Οἰκοῦσι δὲ, καθὰ καὶ οἱ Χαλδαῖοι, μέχρι τῆς μικρᾶς Ἀρμενίας, καθὰ καὶ ὁ Γεωγράφος φησίν. Ἐφ' οἷς οἱ Χάλυβές εἰσι, στυφελὴν καὶ ἀπηνέα γῆν οἰκοῦντες, μογεροῦ δεδαηκότες ἔργα σιδήρου, οἳ βαρυγδούποις, φησὶν, ἐπ' ἄκμοσιν ἑστῶτες οὔποτε παύονται καμάτου. Τούτους τοὺς Χάλυβας ἄλλοι Χαλύβους ἐκάλεσαν· ἔθνος δέ εἰσι Ποντικὸν παρὰ τῷ Θερμώδοντι· ἀφ' ὧν σίδηρος, φασὶν, ἐξάγεται ὁ πρὸς τὰ στόματα ἐπαινούμενος, ἤγουν πρὸς τὰ στομώματα. Ὅθεν καὶ Χαλυβικὸς κνώδων, καὶ πλεονασμῷ τοῦ δ Χαλυβδικὸς παρὰ τῷ Λυκόφρονι, ὁ ἐξ ἀρίστου σιδήρου. Ἀρριανὸς δὲ οὕτω φησίν· «Χάλυβες πρῶτοι ἀνθρώπων αἰτίαν ἔχουσι χαλκεύσασθαι σίδηρον.» Ἐξαίρει δὲ καὶ Αἰσχύλος τὸν τοιοῦτον σίδηρον. Ξενοφῶν δὲ ὀλίγους τε αὐτοὺς εἶναι λέγει, καὶ τῶν Μοσυνοίκων ὑπηκόους, καὶ τὸν βίον αὐτῶν τοῖς πλείστοις ἀπὸ σιδηρείας εἶναι. Οἱ δέ φασιν ὅτι οὗτοί εἰσιν οἱ παρὰ τῷ Ποιητῇ Ἁλίζωνοι ἢ Ἁλιζῶνες, ὧν ἦρχεν Ὅδιος καὶ Ἐπίστροφος, ὧν ἡ παραλία μέταλλα ἔχει πολλὰ, ὡς καὶ Ὁμήρῳ δοκεῖ, ἔνθα ὑπεμφαίνει καὶ Ἄλυβας εἶναι αὐτοὺς, λέγων «τηλόθεν ἐξ Ἀλύβης» ἤ, «τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστι γενέθλη·» ὡς ἢ μετατεθείσης τῆς γραφῆς ὕστερον (ἐφ' Ὁμήρου) ἀπὸ τῆς ποτὲ Χαλύβης εἰς Ἀλύβην, ἢ ἀνάπαλιν τῶν πρότερον μὲν ἐπὶ Ὁμήρου Ἀλύβων λεγομένων, μεταπεσόντων δὲ εἰς Χάλυβας ὕστερον, ὥσπερ ἀνάπαλιν οἱ τοιοῦτοι Χάλυβες ἐκ τῆς κλήσεως, φασὶ, ταύτης εἰς Χαλδαίους μετέπεσον, κατά τινα λέξεως παραφθορὰν ἢ παραποίησιν· ἀφ' ὧν καὶ τόπος Χαλδία ἐλέγετο. Χώρα δὲ Ἀρμενίας ἡ Χαλδία, ἧς μέχρις ἡ Ποντικὴ βασιλεία. Τοὺς δὲ ἐκεῖσε Χάλδους λέγεσθαι ἐπικρατεῖ ἡ συνήθεια δισυλλάβως, οὐ Χαλδαίους. Χαλδαῖοι γὰρ τρισυλλάβως οἱ ποτὲ μὲν Κηφῆνες, ἀπὸ δὲ Περσέως Πέρσαι· Χαλδαῖοι κληθέντες ἀπό τινος Χαλδαίου, ὅν φασι τέταρτον ἐπὶ δέκα, ἤγουν τεσσαρεσκαιδέκατον, βασιλέα μετὰ Νῖνον γενόμενον τὴν Βαβυλῶνα οἰκίσαι, καὶ τοὺς συναχθέντας καλέσαι ἀφ' ἑαυτοῦ Χαλδαίους. Λέγονται μέντοι παρά τινων καὶ οἱ περὶ τὴν Κολχίδα Χάλδοι Χαλδαῖοι τρισυλλάβως κατὰ Δικαίαρχον. Ἰστέον δὲ ὅτι οἱ ἐξ Ἀλύβης ἢ ἐξ Ἀλύβων μετατεθῆναι τὴν γραφὴν εἰς Χάλυβας λέγοντες, ἢ ἀνάπαλιν μεταποιηθῆναι ἀπὸ Χαλύβης εἰς Ἀλύβην, παρατιθέασι καὶ ἄλλα ὀνόματα ἀλλαγέντα κατὰ μεταγωγὴν κλήσεως, οἷον οἱ παρ' Ὁμήρῳ, φασὶ, Σίντιες Θρᾷκες Σίντοι ἐκλήθησαν ὕστερον, εἶτα παρὰ Ἀρχιλόχῳ Σάϊοι καὶ πάλιν Σάπαι. Ὥσπερ δὲ τὰ τοιαῦτα ἐθνικὰ ὀνόματα διαφόρως παρεποιήθησαν, οὕτω καὶ τὸ τῶν Φρυγῶν· Βρύγοι γὰρ καὶ Βρίγες καὶ Φρύγες οἱ αὐτοί.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
