Ancient Greek
Section 772
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 772.1
Not analysed yet
Ὅτι μετὰ τοὺς Χάλυβας ἡ τῆς Ἀσσυρίας χθονὸς πρόχυσις ἐκτέταται· ἔνθα καὶ ὁ Θερμώδων, Σκυθικὸς κατά τινας ποταμὸς, ἀπὸ τοῦ Ἀρμενίου ῥέων ὄρους, ταῖς Ἀμαζόσι λευκὸν ὕδωρ προΐησι. Δι' ἃς καὶ ἐνυάλιος ὁ Θερμώδων λέγεται, οὐχ ὅτι αὐτὸς τοιοῦτος, ἀλλ' ὅτι μάχιμοι αἱ τούτου πίνουσαι Ἀμαζόνες, περὶ ὧν εἴρηται μὲν καὶ ἀνωτέρω, καὶ μετὰ ταῦτα δὲ ῥηθήσεται. Λέγει δὲ καὶ ὅτι ὁ αὐτὸς Θερμώδων καὶ τὴν Ἀσωπίδα Σινώπην πλανωμένην ἐδέξατο, ἤγουν τὴν θυγατέρα τοῦ Ἀσωποῦ τὴν Διὸς ἐρωμένην· πλανηθεῖσα γὰρ Διὸς βουλῇ, οὐχ ἑκοῦσα παρῴκησεν ἐκεῖ. Ἐξ ἧς καὶ πόλις διαφανεστάτη ὁμώνυμος αὐτῇ ἡ Σινώπη, ἡ λεγομένη καὶ Σινωπικὴ χερρόνησος, κτίσμα κατά τινας Κριτίου ἀνδρὸς Κῴου, ἧς κατὰ Διόδωρον ἄποικος ἡ Τραπεζοῦς, πόλις Ἑλληνὶς, πρὸς τῇ τῶν Κόλχων χώρᾳ κειμένη. Ὁ δ' αὐτὸς Διόδωρος καὶ Μιλησίων ἄποικον τὴν Σινώπην λέγει, μέγιστον ἀξίωμα ἔχουσαν, ἐν ᾗ καὶ τὰ Μιθριδάτου βασίλεια τοῦ πρὸς Ῥωμαίους διαπολεμήσαντος. Ξενοφῶν δὲ ἱστορήσας καὶ αὐτὸς τοὺς Σινωπεῖς οἰκεῖν μὲν ἐν τῇ Παφλαγονικῇ, Μιλησίων δὲ ἀποίκους εἶναι, φησὶ καὶ ὅτι Κοτυωρῖται καὶ Κερασούντιοι καὶ Τραπεζούντιοι δασμὸν ἔφερον τοῖς Σινωπεῦσι· λέγων καὶ ὅτι Κερασοῦς πόλις Ἑλληνὶς ἐπὶ θαλάσση, Σινωπέων ἄποικος ἐν τῇ Κολχίδι χώρᾳ. Ἡρόδοτος δὲ ἱστορεῖ, ὅτι Κιμμέριοι φεύγοντες εἰς Ἀσίαν τοὺς Σκύθας τὴν χερρόνησον ἔκτισαν, ὅπου νῦν Σινώπη πόλις Ἑλλὰς οἰκεῖται. Ὁ δὲ Γεωγράφος φησὶν, ὅτι ἡ Σινωπῖτις χώρα καὶ σφένδαμνον ἔχει, καὶ ὀροκάρυον φύει, ἐξ ὧν αἱ τράπεζαι τέμνονται. Περὶ δὲ τῆς τοῦ Ἀσωποῦ θυγατρὸς τῆς ῥηθείσης Σινώπης φασὶν, ὅτι αὕτη τὸν Δία καὶ τὸν Ἀπόλλωνα ἠπάτησε, τὴν παρθενίαν αἰτήσασα κατ' ἐπαγγελίαν μισθοῦ συνουσίας, καὶ οὕτω κατασοφισαμένη τοὺς ἐραστὰς δεξιώτατα. Οἱ γὰρ ὑποσχόμενοι παρθενίαν τῇ ἐρωμένῃ πάντως ἑαυτοὺς τοῦ γάμου ἀπέκλεισαν· δόντες μὲν γὰρ οὐ συνελεύσονται, συνελθόντες δὲ ψεύσονται. Ἢ καὶ ἑτέρως· οὔτε δόντες τὴν παρθενίαν συνελεύσονται αὐτῇ· πῶς γὰρ ἔτι, ἐὰν δεῖ παρθένον εἶναι; οὔτε αὖ τὴν παρθενίαν αὐτῆς ἀφαιρούμενοι συνέλθοιεν ἄν· οὐ γὰρ διδόασι τὸν μισθόν. Ἰστέον δὲ ὅτι παρὰ τῷ Διονυσίῳ Συρία μὲν λέγεται ἡ περὶ τὸν Λίβανον καὶ τὸ Κάσιον ὄρος καὶ τὰ ἐκείνων ἀνώτερα ἕως τῶν περὶ Σινώπην, Ἀσσυρία δὲ διὰ τοῦ α αὐτὴ λοιπὸν ἡ περὶ Σινώπην γῆ, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ οἶδε μὲν καὶ αὐτὸς Συρίαν τὴν παρὰ τῷ Διονυσίῳ, λέγει δὲ καὶ Ἀράβων τὰ περὶ θάλασσαν Συρίους νέμεσθαι. Ἱστορεῖ δὲ καὶ Παλαιστίνους τινὰς Σύρους, καὶ Συρίαν Παλαιστίνην καὶ ἔθνη δέ τινα παρακείμενα τῷ Εὐξείνῳ οὕτως ὀνομάζει, λέγων ὅτι Σύριοι οἱ περὶ Θερμώδοντα ποταμὸν καὶ Παρθένιον, καὶ Μάκρωνες οἱ τούτοις ἀστυγείτονες. Ὁ Γεωγράφος δὲ Ἀσσυρίους μὲν οἶδε τοὺς περὶ τὴν Βαβυλωνίαν καὶ τὴν κύκλῳ, ἔνθα καὶ Νίνος πόλις καὶ Νίσιβις, ὅπου καὶ ἡ πρὸς ἀνατολὰς τῆς Μεσοποταμίας λεγομένη Ἀδιαβηνὴ χώρα, οὕτω καλουμένη διὰ τὸ δυσδιάβατον τῶν ἐκεῖσε ὑδάτων· Σύρους δὲ ἰδίως δίχα τοῦ α τοὺς περὶ Κιλικίαν καὶ Αἴγυπτον καὶ Φοινίκην καὶ τοὺς περὶ Εὔξεινον, ὧν μέρος οἴδαμεν καὶ τοὺς Σινωπεῖς. Διετείνετο γὰρ, φησὶ, τὸ τῶν Σύρων ὄνομα τὸ παλαιὸν ἀπὸ Βαβυλωνίας μέχρι τοῦ Ἰσσικοῦ κόλπου, κἀκεῖθεν ἕως τοῦ Εὐξείνου. Οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, Λευκόσυροι, φησὶ, λέγονται, ὡς τινῶν καὶ ἐπικεκαυμένων τὴν χρόαν. Καὶ Ἡρόδοτος δὲ οὕτω βούλεται, λέγων, οἱ Σύριοι ὑπὸ Περσῶν καλοῦνται Καππαδόκαι, καὶ πάλιν Καππαδόκαι, οὓς ἡμεῖς Συρίους καλοῦμεν. Ἀρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν Ἀσσυρίους λέγει, ἐν οἷς φησι τοὺς πρὸς Εὐφράτῃ ποταμῷ Ἀσσυρίους, ἔστε ἐπὶ Νῖνον καὶ Βαβυλῶνα, καθ' ὧν Ἀμαζόνες ἐστράτευσαν, Εὐρυπύλης ἡγουμένης αὐτῶν. Καὶ τοὺς Καππαδόκας δὲ οὕτω ποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οἷς φησι Καππάδοκα παῖδα Νινύου, ἐφ' ὅτῳ Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καππαδόκαι ὠνομάσθησαν. Ὀππιανὸς δὲ καὶ τοὺς περὶ Τίγριν Ἀσσυρίους καλεῖ, οὓς καὶ πολυγύναικας ἱστορεῖ.