# Commentarium in Dionysii periegetae orbis descriptionem 775

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 775. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/775

Ὅτι δὲ ἄλλοι παρὰ τοὺς Σύρους οἱ Ἀσσύριοι, δηλοῖ καὶ Ξενοφῶν ἐν τοῖς Ἑλληνικοῖς. Ἡρόδοτος δὲ δοκεῖ ἄγειν αὐτοὺς εἰς ταὐτὸν, ἐν οἷς φησιν, ὅτι Ἀσσύριοι ὑπὸ μὲν Ἑλλήνων ἐκαλοῦντο Σύριοι, ὑπὸ δὲ βαρβάρων Ἀσσύριοι ἐκλήθησαν· ὡς εἶναι τὸ μὲν Σύρος καὶ τὸ Σύριος λέξεις Ἑλληνικὰς, βάρβαρον δὲ τὸ Ἀσσύριος. Τοιοῦτον δέ τι βούλεται καὶ ὁ τὴν Σιδωνίαν θάλασσαν, ἤγουν τὴν ἐν τῇ Φοινικικῇ Συρίᾳ, ὀνομάσας Ἀσσυρίων θάλασσαν. Πλούταρχος δὲ καὶ αὐτὸς ὁμοίως τῷ Γεωγράφῳ ἐν παραλλήλῳ τινὶ, ἐν ᾧ τὰ περὶ Μιθριδάτου κεῖται, ἐμφαίνει τοὺς περὶ Σινώπην δύνασθαι Σύρους λέγεσθαι· φησὶ γὰρ ὅτι τὴν Σινώπην Σύροι κατεῖχον, ἀπὸ Σύρου γεγονότος τοῦ Ἀπόλλωνος, ὡς λέγεται, καὶ Σινώπης τῆς Ἀσωπίδος. Ἰστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς παρὰ τῷ Ἐρατοσθένει Ἄσσυρες οἱ Ἀσσύριοι λέγονται, ὡς καὶ πρὸ τούτου ἐρρέθη, ἀπὸ εὐθείας τῆς ὁ Ἄσσυρ. Καὶ ὅτι πρόχυσιν ἐκάλουν οἱ παλαιοὶ κυρίως τὴν καὶ πρόχωσιν λεγομένην, ἔνθα δηλαδὴ ποταμὸς ἐπαγόμενος ἰλὺν ἀποτίθεται, ὡς καὶ ὁ Νεῖλος περὶ τὴν Αἴγυπτον. Οἱ δ' αὐτοὶ λέγουσι καὶ τὸν τόπον τὸν περὶ τὴν Σινωπαίαν Ἀσσυρίαν τοιαύτην πρόχυσιν εἶναι τοῦ Ἅλυος, καὶ δῶρον αὐτοῦ τὴν ἐκεῖ γῆν, ὡς καὶ τοῦ Νείλου τὴν Αἴγυπτον. Οὕτω δὲ καὶ ἄλλα πολλὰ πεδία κατὰ τὸν Ἀρριανὸν ποταμῶν εἰσι ποιήματα, οἷον τὸ Ἕρμου πεδίον καὶ Καΰστρου τὸ Λύδιον καὶ Μαιάνδρου τὸ Καρικόν. Καὶ ὁ Γάγγης δὲ πεδίον τι ἐν Ἰνδίᾳ προσέχωσεν. Ὥστε κυριολεκτεῖ ὁ Διονύσιος, λέγων ὅτι ἐκτετάνυσται μετὰ Χάλυβας Ἀσσυρίης χθονὸς πρόχυσις, τουτέστιν, ἡ τῆς ἐκεῖ γῆς ἐκ τοῦ Ἅλυος πρόχωσις.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
