# Commentarium in Dionysii periegetae orbis descriptionem 784

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 784. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/784

Ὅτι τῷ Ἴριδι ἐπιμορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῦ, ἑλκόμεναι πρὸς βορρᾶν, ἀπὸ τῶν Ἀρμενίων ὀρῶν, ἐγγὺς τῆς Καραμβίδος, ἄκρας Παφλαγονικῆς, περὶ ἧς εἶπε καὶ ἀλλαχοῦ. Νομίζεται δὲ κληθῆναι Ἅλυς ἀπὸ τόπου τοῦ κατὰ τὴν Ξιμηνὴν, ἔνθα ὀρυκτοὶ ἅλες εὑρίσκονται· καὶ εἰ τοῦτο ἀληθὲς, σκοπητέον μή ποτε δασύνεσθαι ὁ Ἅλυς ὀφείλει, ὡς ἀπὸ τῶν τοιούτων ἁλῶν. Οἱ μέντοι ψιλοῦντες τὴν λέξιν παρὰ τὴν ἄλην, ὃ ἔστι τὴν πλάνην, ἐτυμολογοῦσιν αὐτὸν, ὡς περὶ πολλὴν γῆν ἀλώμενον. Ὁ δὲ Γεωγράφος φησὶ ῥέειν αὐτὸν μεταξὺ Παφλαγόνων καὶ Σύρων, ἤτοι Καππαδόκων. Ἡρόδοτος δέ φησιν ὅτι ὁ Ἅλυς ὥριζε μέν ποτε τὴν Μηδικὴν ἀρχὴν καὶ τὴν Λυδικὴν, ῥέει δὲ ἐξ Ἀρμενίου ὄρους διὰ τῆς γῆς τῶν Κιλίκων· παραμειβόμενος δὲ Ματιανοὺς μὲν ἐν δεξιᾷ, ἑτέρωθεν δὲ Φρύγας, ῥέει πρὸς βορρᾶν, ἔνθεν μὲν Συρίους Καππαδόκας ἀφεὶς, ἐξ εὐωνύμων δὲ Παφλαγόνας. Λέγει δὲ καὶ ὅτι Θαλῆς ὁ Μιλήσιος ἔσχισέ ποτε τὸν Ἅλυν τῷ Κροίσῳ διὰ βαθείας διώρυχος εἰς εὐδιάβατον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
