# Commentarium in Dionysii periegetae orbis descriptionem 793

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 793. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/793

Ὅτι μετὰ τοὺς Μαριανδυνοὺς ἡ τῶν Βιθυνῶν λιπαρὰ γῆ, ὅπου καὶ ὁ Ῥήβας ἐρατεινὸν προΐησι ῥέεθρον, ὁδεύων παρὰ τοῖς τοῦ Πόντου στόμασιν, ἤτοι ἐγγὺς τοῦ Ποντικοῦ στόματος· οὕτω καὶ ἀνωτέρω τὸ στόμα τοῦ Κερβέρου πληθυντικῶς στόματα εἶπεν· οὗπερ ποταμοῦ κάλλιστον, φησὶν, ἐπὶ χθονὶ σύρεται ὕδωρ. Ὃν καὶ ἐπαναλαμβάνει, ὡς εἴπερ καὶ αὐτὸς ἄξιος ἦν λόγου πολλοῦ. Ῥέειν δέ φασι καὶ αὐτὸν ἐκ τοῦ Μυσίου Ὀλύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ὃς δὴ Σαγγάριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυνίᾳ ποταμῶν, εἰσβάλλων εἰς τὸν Εὔξεινον. Τοὺς δὲ Βιθυνοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γενέσθαι ποτὲ, καὶ τὴν αὐτῶν γῆν πάμφορόν τε καὶ εὔδενδρον εἶναί φασι, καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ, καὶ κρυστάλλους ἐν ὄρεσι φύουσαν, καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά. Ἡρόδοτος δὲ λέγει Θρᾷκας διαβάντας εἰς Ἀσίαν κληθῆναι Βιθυνοὺς, καὶ εἶναι παρ' αὐτοῖς χρηστήριον Ἄρεος. Λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ Ῥήβαντα Βιθυνοί ποτε κατέσχον. Τὴν δὲ αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν οἱ Θυνοὶ ἔσχον ἄχρι ποταμοῦ Κάλητος· ὡς εἶναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνοὺς, οὕτω καλουμένους ἀπό τινων ἀδελφῶν ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν, ἤτοι ποιητῶν καὶ θετῶν, καθά φησιν Ἀρριανὸς, ὃς καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ἐξ οὗ χώρα Παφλαγονία. Καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τῷ Ψιλλίῳ ποταμῷ, καὶ δημιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς Δαίδαλον καλούμενον, οὗ ἔργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμαστὸν ἄγαλμα Στρατίου Διός. Λέγει δὲ ὁ αὐτὸς Ἀρριανὸς καὶ ὅτι ἄλλοι Ὀδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνὸν, ὧν ἡ χώρα ὁμώνυμος. Σημείωσαι δὲ ὅτι τὸ μὲν γῆν Ῥηβαντίαν παρὰ τῷ Ἀρριανῷ ἀφορμὴν δίδωσι τοῦ φανερῶς νοεῖν ὅτι περιττοσυλλάβως ὁ Ῥήβας κλίνεται, ὁμοίως τῷ Αἴαντι· τὸ δὲ Ῥηβαῖος ἐθνικὸν κλίσιν ὑπεμφαίνει τινὰ ἰσοσύλλαβον, παρὰ τοῖς παλαιοῖς καὶ αὐτὸ εὑρισκόμενον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
