# Commentarium in Dionysii periegetae orbis descriptionem 803.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 803. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/803.1

Ὅτι οἱ Χαλκιδέες, ὃ ἔστιν οἱ περὶ Χαλκηδόνα, ὡς προερρέθη, οἱ καὶ Δωριεῖς ἱστορούμενοι εἶναι ἀνέκαθεν, περὶ τὸ στόμα οἰκοῦσιν, ἤγουν περὶ τὴν Προποντίδα, ἥτις μετὰ προσθήκης μάλιστα Πόντου στόμα λέγεται. Καὶ ὅρα ὅτι οἱ Χαλκιδεῖς οὗτοι παρώνυμοί εἰσι τῆς ἐνταῦθά που Χαλκίδος, ἀφ' ἧς ἄρουραν ἀνωτέρω Χαλκίδα εἶπε τὰ περὶ Χαλκηδόνα. Κατὰ δὲ τὴν Ἀρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκηδονίων πόλις τῷ Κρόνου υἱῷ Χαλκηδόνι, ἀφ' οὗ πρῶτα μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδὼν, ἔπειτα ἡ πόλις, Δωριέων ἀποικησάντων ὑστέροις χρόνοις, ὁμώνυμος γίνεται τῷ ποταμῷ. Ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι τοῖς Χαλκηδονίοις ἀποφρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη, ἤγουν, ὡς τοῖς Ἀττικοῖς ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ὅλων μηνῶν, ἀπαίσιοι αὐτοῖς κρίνονται, διότι ἐν τοιαύταις ἡμέραις ἄλλας τε δυστυχίας αὐτοὶ ἔπαθον, καὶ Φαρνάβαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν Δαρεῖον ἀνέπεμψε. Κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν. Ἱστορεῖται δὲ καὶ τὴν ἐν ἀριστερᾷ τοῦ Εὐξείνου Πόντου Μεσημβρίαν Χαλκηδονίων εἶναι κτίσμα καὶ Βυζαντίων, ἡττηθέντων ἔν τινι μάχῃ καὶ φυγόντων ἐκεῖ. Οἰκοῦσι δὲ οἱ Χαλκιδέες οὗτοι, καθὰ καὶ προεγράφη, ἐς ἀντιπέραν Βυζαντίου, κληθέντος οὕτω ἀπὸ Βύζαντος υἱοῦ Κεροέσσης, ἥτις ἦν θυγάτηρ Ἰοῦς, ἢ διότι Βύζης ἡγεῖτο τοῦ τῶν Μεγαρέων στόλου, οἳ καὶ ἔκτισαν τὸ Βυζάντιον κατὰ χρησμὸν τοιοῦτον· Ὄλβιοι οἳ κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ' ἄκρον στόμα Πόντου, ἔνθ' ἰχθῦς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν. Τὸν δὲ Βύζαντα, οὗ ἐπώνυμον τὸ Βυζάντιον ἄστυ, δικαιότατόν φασιν ἀνθρώπων γενέσθαι, καὶ ἐπάρξαι τῆς παραλίας ἁπάσης Θρᾴκης ἕως καὶ εἰς Αἷμον τὸ ὄρος. Εἰσὶ δὲ καὶ Λίβυες Βύζαντες, καὶ πόλις ἐκεῖ Βυζάντιον. Τινὲς δὲ Γύζαντας ἐκείνους καλοῦσιν. Ἐν δὲ τῷ Θρᾳκικῷ Βυζαντίῳ ἱστορεῖται φυλάσσεσθαί ποτε τὸν πλοῦτον τοῖς Ἀθηναίοις, διὰ τὴν ὀχυρότητα τοῦ πολιχνίου. Ὀνομασθῆναι δέ ποτε αὐτὸ καὶ Ἀντωνινίαν, ἕως περιῆν Σεβῆρος καὶ ὁ ἐκείνου παῖς Ἀντωνῖνος. Παρὰ δὲ τοῦ μεγάλου Κωνσταντίνου κληθῆναι αὐτὸ Ἄνθουσαν. Κωμῳδοῦνται δὲ εἰς μέθην οἱ παλαιοὶ Βυζάντιοι. Πολέμου γοῦν ἐπικειμένου ποτὲ, οὐκ ἄλλως ἔσχεν ὁ στρατηγὸς ῥᾷον ἐπὶ τοῖς τείχεσιν ἔχειν αὐτοὺς, εἰ μὴ τὰ καπηλεῖα ἐγγὺς τῶν τειχέων ἤγαγεν. Ἰστέον δὲ ὅτι τὸ Βυζάντιον ἄστυ καὶ διὰ ει διφθόγγου ὤφειλεν ἔχειν, ὥς τινές φασι, τὴν παραλήγουσαν, τῷ λόγῳ τῶν κτητικῶν· ἀλλ' ὁ Διονύσιος ἀποβαλὼν τὸ ε ψιλὸν διὰ μόνου διχρόνου ἐκφέρει αὐτὸ, τῷ λόγῳ τῶν τοπικῶν· ὡς καὶ πρὸ τούτου τὸ Κυρβάντιον ἄστυ ἐπὶ Σαμοθρᾴκης. Πολλὰ δὲ καὶ ἄλλα ὀνόματα τὸ τοιοῦτον ἔπαθον πάθος, ὥσπερ καὶ τὸ τραπέζιον σχῆμα, καθὰ προγέγραπται, καὶ τὸ Ποσιδήϊον, καὶ τὸ Ἰκόνιον, καὶ τὸ ἀλγινόεις παρὰ τῷ Ὀππιανῷ, καὶ ἄλλα παρ' ἄλλοις. Καὶ γὰρ καὶ τὸ τραπέζιον, ὡς ἐρρέθη, διὰ διφθόγγου ὤφειλεν ἔχειν τὴν παραλήγουσαν, καὶ τὸ Ποσιδήϊον δὲ καὶ τὸ ἀλγινόεις οὐκ ὤφειλον διὰ διχρόνου μόνου ἔχειν τὴν δευτέραν μετὰ τὴν ἄρχουσαν συλλαβὴν, καὶ τὸ Ἰκόνιον ὡς ἀπὸ εἰκόνος ἀπαιτεῖ διὰ διφθόγγου τὴν ἄρχουσαν γράφεσθαι. Ἰστέον δὲ ὅτι ὥσπερ τὸ Βυζάντιον δόκει παραλόγως διὰ τοῦ ι γράφεσθαι, οὕτω καὶ παρὰ Ἀπολλωνίῳ τὸ Ὑάντιος Ὀγχηστὸς, ἡ τοῦ Ὕαντος πόλις. Οὕτω δὲ καὶ τὸ Ἄβας Ἄβαντος Ἀβάντιον, ἐξ οὗ καὶ τὸ Ἀβαντιὰς Μάκρις. Ἀλλὰ ταῦτα μὲν ἔχει ἀπολογίαν τὸ τοπικὸν, ἀληθῶς δὲ παράλογα τὸ Αἰπύτιον παρὰ τύμβον, καὶ τὸ Ποιάντιον ἀγλαὸν υἱόν· ταῦτα γὰρ κτητικὰ ὄντα κυρίων ὀνομάτων, τοῦ Αἰπύτου καὶ τοῦ Ποίαντος, καὶ ὀφείλοντα δίφθογγον ἔχειν τὴν παραλήγουσαν, ὅμως διὰ μέτρου ἀνάγκην μονοφθόγγῳ παραλήγεται. Κἀκεῖνο δὲ ἰστέον, ὅτι λέγονται μεγάλως ἰσχῦσαι καὶ οἱ Βυζάντιοι· πτοηθῆναι δέ ποτε τοὺς Φοίνικας ἐπιπλέοντας, καὶ ἀπολιπεῖν τὴν σφετέραν, φυγόντες εἰς τὸν Εὔξεινον, καὶ μετὰ τῶν Χαλκηδονίων οἰκίσαι τὴν Μεσημβρίαν πόλιν, ὡς καὶ ἀνωτέρω εἴρηται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
