# Commentarium in Dionysii periegetae orbis descriptionem 805

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 805. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/805

Ὅτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οἳ οὕτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωϊκοῦ ἀνδρὸς, ἢ ἀπὸ Βεβρύκης γυναικός. Τούτους τοὺς Βέβρυκας ἱστορεῖται μείζω δοκεῖν ἔχειν τὰ σώματα ἢ καθ' ἡλικίαν ἀνθρώπου, παρ' οἷς καὶ ὁ Βέβρυξ ἐκεῖνος Ἀράντας, ᾧ τὸ μὲν μῆκος εἰς ὀκτὼ λέγεται πήχεις, εὖρος δὲ, ὡς Ἀρριανός φησιν, ὅσον τοσῷδε μήκει ἐς κουφότητα ξύμμετρον, ἤγουν ὅσον ἦν ξύμμετρον πρὸς τοὺς ὀκτὼ πήχεις τοῦ μήκους, εἰς τὸ κούφως βαίνειν τὸν ἄνθρωπον. Κατὰ δὲ τοῦ τοσούτου ἀνδρὸς νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν ἑπτακαίδεκα. Τὴν δὲ ῥηθεῖσαν Βεβρύκην τοῦ Αἰγύπτου μὲν ἀδελφόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ Δαναοῦ, ἀδελφὴν τῆς Ὑπερμνήστρας. Φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν Ἱππολύτου τοῦ αὐτανεψιοῦ νυμφίου, ὡς καὶ τὴν Ὑπερμνήστραν τοῦ Λυγκέως, καὶ φυγεῖν σὺν ἐκείνῳ, καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυπτίαν σοφίαν. Διὸ καὶ Βεβρύκην ἢ Βεβρυκίαν ἀπ' αὐτῆς κληθῆναι τὴν χώραν εἰς ἣν ἔφυγε. Πίνδαρος οὖν διὰ τοῦτο ὀκτὼ καὶ τεσσαράκοντα ἱστορεῖ τὰς Δαναΐδας, ὡς τὰς δύο μὴ συναριθμεῖν ταῖς λοιπαῖς θέλων, οἷον μὴ πεισθείσας τῷ πατρὶ, καὶ διὰ τοῦτο ἀπαλιφείσας τῆς ἐκείνου πατρότητος. Ἰστέον γὰρ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν πεντήκοντα παίδων τῶν τοῦ Αἰγύπτου πεντήκοντα νεανίσιν αὐτανεψιαῖς συνευνασθέντων, θυγατράσι Δαναοῦ, ἡ Βεβρύκη μὲν καὶ ἡ Ὑπερμνήστρα μόναι τῶν συνεύνων ἐφείσαντο, αἱ δὲ λοιπαὶ τοὺς λοιποὺς διεχρήσαντο. Ὅτι μετὰ τοὺς Βέβρυκας ἡ Μυσία καὶ τὰ τῆς Μυσίδος γῆς ὄρη, ἔνθα Μύσιος ποταμὸς ὁ Κίος προϊεὶς ἱμερόεντα ῥέεθρα, καὶ πόλις ὁμώνυμος ἡ Κίος. Περὶ δὲ τὸν Κίον ποταμὸν ἡ θρυλουμένη ἁρπαγὴ τοῦ Ὕλα συνέπεσεν. Ἑταῖρος δὲ Ἡρακλέος ὁ Ὕλας. Νύμφη γὰρ, φησὶν, ἐκεῖ ὑδρευόμενον τὸν Ὕλαν καθήρπασεν, ὃν καὶ ἀνακαλούμενος ὁ πελώριος Ἡρακλῆς οὐδὲν ἤνυσεν, ἀλλὰ μακρὰ καὶ κενὰ βοήσας ἀπηλλάγη, ὡς καὶ Θεόκριτος ἱστορεῖ. Ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀνακαλουμένων τοὺς μὴ ἀκούοντας, «Ὕλαν καλεῖς.» Φασὶ δὲ καὶ τὴν Προυσιάδα πρότερον Κίον καλεῖσθαι, ἣν ὕστερον Δημήτριος κατέσκαψεν. Ὁ δὲ Γεωγράφος λέγει ὅτι ὑπὲρ τὴν Προυσιάδα Κίος πόλις, ἣν ἔκτισε Κίος Ἡρακλέος ἑταῖρος καὶ σύμπλους ἐπανελθὼν ἐκ Κολχίδος, ἔνθα τὰ κατὰ τὸν Ὕλαν γενέσθαι φασί. Περὶ δὲ Μυσῶν καὶ προείρηται μὲν ἤδη, καὶ εὐθὺς δὲ κατωτέρω πάλιν εἰρήσεται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
