# Commentarium in Dionysii periegetae orbis descriptionem 820

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 820. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/820

Ὅτι μετὰ τὴν μικρὰν Φρυγίαν καὶ τὴν Ἴλιον ἡ τῶν Αἰολέων παραπέπταται γῆ, Αἰγαίου περὶ χεῖλος, ὑπὲρ τὸν μέγαν ἤτοι πλατὺν Ἑλλήσποντον, ὃ ἔστι νοτιώτερον τοῦ Ἑλλησπόντου. Καὶ ἐνταῦθα γὰρ τὴν ὑπέρ πρόθεσιν ἐπὶ τῶν νοτιωτέρων τέθεικεν, ὡς αὐτῷ σύνηθες. Ἄλλως γὰρ ὑπὲρ τὴν Φρυγίαν πρὸς τὰ βόρεια οὐ κεῖνται Αἰολεῖς, ἀλλὰ κατὰ τὴν παλαιὰν ἀναγραφὴν Φρυγῶν ἔχονται Καππαδόκαι πρὸς βορρᾶν δηλαδή. Τούτοις δὲ πρόσουροι Κίλικες καθήκοντες ἐπὶ τὴν θάλασσαν, περὶ ἣν καὶ ἡ Κύπρος. Τούτων δὲ ἔχονται Ἀρμένιοι, αὐτῶν δὲ Ματιανοὶ, τούτων δὲ οἱ Κισσιανοί. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι μετὰ τοὺς Αἰολεῖς, ὧν ἐστι καὶ ἡ Σμύρνα, ἡ τῶν Ἰώνων γῆ κεῖται, ἀγχίαλος καὶ αὐτή. Ταύτης ἀρχὴ κατὰ τὸν Γεωγράφον ἡ Φώκαια πέρας οὖσα τῆς Αἰολίδος. Ἰστέον δὲ ὅτι ὥσπερ τὴν Ἰάδα ἐν τοῖς φθάσασιν ἔγνωμεν τὴν αὐτὴν οὖσαν τῇ παλαιᾷ Ἀτθίδι, ὡς Ἰώνων καλουμένων πάλαι ποτὲ τῶν Ἀττικῶν ἀπὸ Ἴωνος καὶ τῆς χώρας Ἰάδος λεγομένης, οὕτω καὶ ἡ Δωρὶς ἡ αὐτὴ τῇ Αἰολίδι ἐστίν. Ἐκαλοῦντο γάρ ποτε κατὰ τὸν Γεωγράφον Αἰολεῖς κατ' ἐπικράτειαν ἔθνους πάντες οἱ ἐκτὸς τοῦ κατὰ Πελοπόννησον ἰσθμοῦ, πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ Δωριέων τῶν περὶ Παρνασσόν. Διὸ καὶ Πίνδαρος πολλαχοῦ, καίτοι Δωριστὶ γράφων, Αἰολίδα τὴν ἑαυτοῦ λέγει μολπήν. Αἰολεῖς δὲ ἐκεῖνοι ἐλέγοντο ἀπὸ τῶν τοῦ Αἰόλου παίδων, ὥσπερ καὶ Δωριεῖς ἀπὸ τῶν τοῦ Δώρου, καὶ Ἴωνες ἀπὸ Ἴωνος τοῦ Ξούθου ἀνδρὸς Ἀττικοῦ, ὃν καὶ Εὐριπίδης κτίστορα ἱστορεῖ Ἀσιάδος χθονός. Οἱ δὲ περὶ τὴν Ἀσίαν Αἰολεῖς οὕτως ἐκλήθησαν, οὐ μόνον ὡς ὄντες τῶν ῥηθέντων Εὐρωπαίων Αἰολέων ἄποικοι, ἀλλὰ καὶ ὅτι ἀπὸ αἰόλων, ὃ ἔστιν ἐκ ποικίλων τινῶν καὶ μιγάδων ἀνθρώπων, ἡ αὐτόθι ἀποικία ἐκείνοις συνεκροτήθη.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
