# Commentarium in Dionysii periegetae orbis descriptionem 823

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 823. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/823

Ὅτι διὰ μέσης τῶν Ἰώνων γῆς ὁ Μαίανδρος λιπαραῖς δίναις εἰς ἅλα κατέρχεται, μεταξὺ τῆς Πριήνης καὶ τῆς Μιλήτου, Ἰωνικῆς πόλεως, ἀποίκου Ἀθηναίων κατὰ Ἡρόδοτον· ὧν ἡ μὲν Πριήνη καὶ Κάδμη ποτὲ ἐκλήθη, ἣν Αἴπυτος ὁ Νηλέως ἔκτισεν, ἀφ' ἧς εἷς τῶν ἑπτὰ σοφῶν ὁ Βίας· ἡ δὲ Μίλητος κτίσμα Νηλέως ἀνδρὸς Πυλίου αὐτόθι μετοικήσαντος, κατὰ δὲ Ἡρόδοτον Νηλεὺς ὁ Κόδρου ἔκτισεν αὐτήν. Φησὶ γάρ· «Νηλέῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ τὴν Μιλήτου κτιστύν.» Ἔρια δὲ ὁ τόπος οὗτος φέρει ἀγαθὰ, ὅθεν καὶ εἰς παροιμίαν κεῖται τὰ Μιλήσια στρώματα. Καὶ Θεόκριτος δὲ τάπητας μαλακωτέρους ὕπνου εἰπὼν ἐπάγει· «φαίη ἂν ἡ Μίλητος καὶ ὁ τὴν Σαμίαν καταβόσκων·» ὡς τῆς Σάμου καὶ τῆς Μιλήτου ἀγαθῶν οὐσῶν εἰς ἐρίων φοράν. Περὶ δὲ τῆς πόλεως ταύτης καὶ τοιαῦτα γέγραπται· «Μίλητος πόλις Ἰώνων ἐπιφανής. Ἐκλήθη δέ ποτε καὶ Λελεγὶς διὰ ἐποίκους Λέλεγας, καὶ Πιτύουσα δὲ ἀπὸ τῶν ἐκεῖ πιτύων, καὶ διότι ἐκεῖ πρῶτον πίτυς ἔφυ.» Ἐκεῖθεν ἦν Θαλῆς ὁ Μιλήσιος, καὶ ῥήτωρ Αἰσχίνης, ὃν ἡ παρρησία ἔβλαψε, καὶ Φωκυλίδης, καὶ Τιμόθεος ὁ κιθαρῳδὸς, εἰς ὃν ἐπίγραμμα φέρεται τόδε· Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον. Ἦν δέ ποτε καὶ Κρητικὴ Μίλητος. Λέγεται δὲ καὶ τὴν τῆς Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Φέρεται δὲ λόγος, καὶ μέγιστον κατασκευασθῆναι ναὸν ἐν Μιλήτῳ; χωρὶς ὀροφῆς μείναντα διὰ τὸ μέγεθος. Ταύτης δὲ ἱστοροῦνται πολλαὶ ἀποικίαι, ὅπουγε καὶ περὶ τὰ Νειλῶα στόματα τεῖχος ἦν Μιλησίων λεγόμενον, ὅπερ αὐτοὶ ἐτείχισαν ναυσὶ τριάκοντα πλεύσαντες· καὶ ὅπου δὲ τελευτᾶ ὁ Ἴστρος περὶ τὸν Εὔξεινον, Ἰστριανοὶ κατοικοῦσι Μιλησίων ἄποικοι, ὥς φησιν Ἡρόδοτος. Τούτων δὲ βορειοτέρα ἡ Ἔφεσος, ἡ καὶ Τραχεῖά ποτε κληθεῖσα καὶ Ὀρτυγία καὶ Πτελέα· πόλις δὲ Ἰώνων καὶ ἡ Ἔφεσος, κατὰ δὲ Ἡρόδοτον Λυδίας, ἣν καὶ παραλίαν ὁ Διονύσιος λέγει, καὶ μεγάλην πόλιν Ἀρτέμιδος, καὶ ναὸν ἐκεῖ φησιν εἶναι, ὃν Ἀμαζόνες ἐποίησαν ἐν πρέμνῳ, ὃ ἔστιν ἐν κορμῷ πτελέας, περιώσιον ἀνδράσι θαῦμα. Λέγει δὲ ἴσως τὸν περίπυστον ἐκεῖνον, τὸν ὕστερον καυθέντα πρός τινος θελήσαντος οὕτως ἑαυτῷ περιποιήσασθαι τὸ ἐπ' ὀνόματι ἀοίδιμον, κἂν οὐκ ἔσχε τυχεῖν ἐκεῖνος οὗ ἤθελεν· ἀραὶ γὰρ ἐτέθησαν, μηδένα τῶν ἁπάντων τὸ ἐκείνου περιφέρειν ὄνομα, ὡς ἂν ἐπιλησθείη παντάπασι καὶ μὴ ἔχοι ὃ βούλεται. Λέγεται δὲ καὶ ὅτι Κροῖσος τῇ Ἐφέσῳ ἐπιθέμενος ἐπολιόρκει, ἀμηχανοῦντες δὲ οἱ πολῖται ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι, ἐξάψαντες ἐκ τοῦ ναοῦ τῆς Ἀρτέμιδος σχοινίον εἰς τὸ τεῖχος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
