# Commentarium in Dionysii periegetae orbis descriptionem 847

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 847. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/847

Ὅτι Λύκιοι τὸ ἔθνος κατά τινας καλεῖται ἀπὸ Λύκου τοῦ Πανδίονος διαβάντος εἰς τὴν Ἀσίαν. Κεῖνται δὲ, φησὶν, οἱ Λύκιοι πρὸς θάλασσαν· ἔνθα καὶ ὁ Ξάνθος ποταμός ἐστιν, ἄλλος παρὰ τὸν Τρωικὸν, τὸν καὶ Σκάμανδρον, καὶ πόλις ὁμώνυμος. Περὶ ὧν ἐρρέθη τι καὶ ἐν τῇ τῶν Πατάρων ἱστορίᾳ. Περὶ δὲ Λυκίαν καὶ τὰ τοῦ βαθυκρήμνου Ταύρου οὔρεα φαίνεται μέχρι Παμφύλων ἤτοι Παμφυλίων· διχῶς γὰρ ἡ τοῦ ἔθνους φέρεται γραφὴ, ὡς προείρηται· οὗ Ταύρου τὰ πρὸς τὴν θάλασσαν, ὡς οἱ παλαιοί φασι, προτομῇ ταύρου εἰκάζονται, διὸ καὶ ταῦρον τὸ ὄρος κληθῆναι λέγουσιν. Οἱ δὲ καὶ διὰ τὸ μέγεθος Ταῦρόν φασιν αὐτὸν λέγεσθαι· ταῦροι γὰρ καὶ βόες παρὰ τοῖς παλαιοῖς τὰ μεγάλα καὶ βίαια, ὅθεν καὶ τὸ βου ἐπιτατικὸν μόριον κατά τινας εἴληπται ὡς ἐκ τοῦ βοός. Τὸν δὲ ἐνταῦθα Ταῦρον τὸ ὄρος καὶ Κράγον φησὶ φημίζεσθαι, ἀπὸ Κράγου τινὸς ἐπιφανοῦς ἀνδρὸς, ὃς αὐτόθι θανὼν τιμᾶται. Ἐν τούτῳ δέ φασιν οἱ παλαιοὶ τῷ Κράγῳ θεῶν ἀγρίων ἄντρα εἶναι. Ὁ δὲ Γεωγράφος περὶ τοῦ Κράγου καὶ ταῦτά φησιν· «ὁ Κράγος ὄρος ἐστὶν ἔχον ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον, ἔνθα μυθεύεται τὰ περὶ Χιμαίρας, καὶ φάραγξ ἐκεῖ Χίμαιρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα. Πρὸ δὲ αὐτοῦ κεῖται ὁ Ἀντίκραγος.» Ἱστορεῖται δὲ καὶ ὄρος εἶναι περὶ Λυκίαν, τίκτον πῦρ αὐτόματον· τοῦτο δὲ μέχρι καὶ εἰσάρτι φαίνεται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
