# Commentarium in Dionysii periegetae orbis descriptionem 852

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 852. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/852

Ὅτι ἐν Ἀσπένδῳ τῇ Παμφυλικῇ πόλει, ἔνθα ποταμὸς Εὐρυμέδων ῥέει, συῶν θυσίαις ἱλάσκεται Ἀφροδίτη, ὅ ἐστι θεραπεύεται, Μόψου τινὸς προκατάρξαντος τοῦ ἔθους, ὃς εὐξάμενος θύσειν ὃ ἂν παραπέσῃ τῇ θήρᾳ σῦν ἑλὼν ἔθυσε, κἀκεῖθεν τὸ ἔθος ἐκράτησεν. Ἀργείων δὲ κτίσμα ἡ Ἄσπενδος, εὐανδροῦσά ποτε κατὰ πολύ· εἶχε δὲ καὶ ἐλαιῶνα. Φησὶ γὰρ ὁ Γεωγράφος· «Ἄσπενδος ἐλαιόφυτος, καὶ Σίδη, Παμφυλικαὶ πόλεις, κατέχουσαι χωρία γεώλοφα.» Ὁ δὲ Ἀρριανὸς ἱστορεῖ κακωθῆναι τοὺς Ἀσπενδίους ὑπὸ Ἀλεξάνδρου, διότι δοῦναι τῇ στρατιᾷ ὑποσχόμενοι πεντήκοντα τάλαντα εἰς μισθὸν, καὶ τοὺς πεντήκοντα ἵππους, οὓς ἔτρεφον τῷ βασιλεῖ, οὐκ ἔδωκαν. Ἄλλα τε οὖν αὐτοὺς ἐλύπησεν ὁ βασιλεὺς καὶ τάλαντα ἑκατὸν ἔλαβεν ἀντὶ τῶν πεντήκοντα. Ἰστέον δὲ ὅτι Ἄσπενδος μὲν διὰ τοῦ ε πόλεως ὄνομα, διὰ δὲ τοῦ ο ἄσπονδος ὁ μὴ σπενδόμενος· ἵνα μὴ συνεμπέσωσιν ἡ πόλις καὶ τὸ ἐπίθετον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
