# Commentarium in Dionysii periegetae orbis descriptionem 855

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 855. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/855

Ὅτι Παμφυλίδες πόλεις Κώρυκος, Πέργη καὶ Φάσηλις προπαροξυτόνως, ἥ ποτε Φάρσαλος, ἀφ' ἧς Θεοδέκτης κάλλει διαφέρων καὶ ποιήσας τέχνην ῥητορικὴν καὶ λόγους ἀγαθοὺς γράψας καὶ τραγῳδίας νʹ. Περὶ τούτων ὁ Γεωγράφος φησί· «Κώρυκος καὶ Φάσηλις Παμφύλων τόποι.» Ἀλλαχοῦ δέ φησι· «Κώρυκος αἰγιαλὸς περὶ Λυκίαν. Εἶτα Φάσηλις λίμνη καὶ πόλις ἀξιόλογος ἔχουσα τρεῖς λιμένας. Ταύτης ὑπέρκειται τὰ Σόλυμα· καὶ Τερμησσὸς πόλις Πισιδικὴ ἐπικειμένη τοῖς στενοῖς τοῖς περὶ τὴν Φασηλίδα θάλασσαν, ἅπερ Ἀλέξανδρος ἀνοίξας διήγαγε τὴν στρατιάν. Ἔνθα καὶ Κλίμαξ ὄρος, φησὶν, ἐπικείμενον τῷ Παμφυλίῳ πελάγει. Ἐνταῦθα νηνεμίας μὲν γυμνοῦται τοῖς παροδεύουσιν ὁ αἰγιαλὸς, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλύπτεται τὸ πολύ. Μέσον δὲ Φασήλιδος καὶ Ἀτταλείας Θήβη πόλις καὶ Λυρνησσὸς, ὁμώνυμοι ταῖς Τρωικαῖς.» Τὴν δὲ Ἀττάλειαν ὁμώνυμον ὁ Γεωγράφος εἶναι λέγει τοῦ κτίσαντος, ὃς καὶ Κώρυκον πολίχνιον ᾤκισεν. Ἐν ἄλλοις δέ φησιν ὁ αὐτὸς, ὅτι Κώρυκος ἄκρα Κιλικίας, μετὰ τὴν ἄκραν τὸ Ἀνεμούριον, ὑπὲρ ἧς ἄντρον τὸ Κωρύκιον, ἐν ᾧ ἀρίστη κρόκος φύεται. Ἰστέον δὲ ὅτι ἡ παροιμία ἡ λέγουσα «τοῦ δ' ἆρ' ὁ Κωρυκαῖος ἠκροάζετο», οὐκ ἀπὸ ταύτης τῆς Κωρύκου εἴρηται, ἀλλ' ἀπὸ νησίου τινὸς καὶ λιμένος ὄντος πλησίον τῆς Τέω (νήσου) καὶ τῶν Ἐρυθρῶν, ἔνθα λῃστήριον ἦν τῶν ἐκεῖ Κωρυκαίων ὠτακουστούντων περιέργως τὰ κατὰ τοὺς ἐμπόρους καὶ οὕτως ἐπιβουλευόντων αὐτοῖς. Ὅθεν καὶ ἡ παροιμία ἐπὶ τῶν περιεργαζομένων καὶ μανθανόντων τὰ ἀπόρρητα.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
