# Commentarium in Dionysii periegetae orbis descriptionem 857

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 857. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/857

Ὅτι τοὺς Λυκίους πρὸς θάλασσαν εἶπεν εἶναι, διαστέλλων πρὸς τοὺς Λυκάονας, οὓς Λυκάονας πρὸς ἀνατολὴν λέγει ὡς ἠπειρώτας μέσην χθόνα οἰκεῖν, καὶ ἀγκυλοτόξους ἐπονομάζει, καὶ ἴδριας ἐν πολέμῳ καλεῖ. Τούτων τῶν Λυκαόνων ἐστὶ καὶ τὸ Ἰκόνιον τῇ εἰκόνι τῆς Γοργόνος παρονομαζόμενον, ἣν αὐτόθι ἀναστηλῶσαι λέγεται ὁ Περσεύς. Λέγονται δὲ Λυκάονες ἀπὸ Λυκάονος τινὸς Ἀρκάδος, πόλιν αὐτόθι κτίσαντος, κατὰ χρησμὸν, ἐπὶ ἐμφανείᾳ λύκου ἀκάμαντος φέροντος ἐνὶ γναθμοῖς «ἀνδρομέην παλάμην, τό ῥα οἱ τέκμηρεν Ἀπόλλων.» Ἰστέον δὲ ὅτι διττοί εἰσιν οἱ Λύκιοι, ὡς καὶ Ὁμήρῳ δοκεῖ, οἱ μὲν Τρωικοὶ, καθὰ καὶ ὁ Γεωγράφος φησὶν, οἱ δὲ πρὸς τῇ Καρίᾳ. Ἄδηλον δὲ πότεροι τοὺς ἑτέρους ἀπῴκισαν. Οὕτω δέ φησιν ὁ Γεωγράφος καὶ ἐπὶ τῶν Κιλίκων. Περὶ τούτων μέντοι ἀλλαχοῦ φησιν ὁ αὐτὸς Γεωγράφος, ὅτι Κίλικες οἱ ἐν Τροίᾳ μεταστάντες εἰς Συρίαν ἀπετέμοντο παρὰ τῶν Σύρων τὴν νῦν Κιλικίαν· Ἡρόδοτος δὲ τοὺς πρὸς τῇ Καρίᾳ Λυκίους ἐκ Κρήτης γενέσθαι ἱστορεῖ, λέγων καὶ ὅτι Τερμίλαι ἐκαλοῦντο, ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἐκλήθησαν Λύκιοι. Εἶχον δέ ποτε τόξα κρανέϊνα, καὶ ὀϊστοὺς καλαμίνους ἀπτέρους, καὶ αἰγὸς δέρματα περὶ τοὺς ὤμους, καὶ περὶ ταῖς κεφαλαῖς πίλους ἐστεφανωμένους πτεροῖς.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
