# Commentarium in Dionysii periegetae orbis descriptionem 867.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 867. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/867.1

Ὅτι ὁ Παμφύλιος, ὁ καὶ Ἰσσικὸς, κόλπος τὴν Κιλίκων γῆν, ὡς εἴρηται, περισύρεται, καὶ ὅτι εἰς αὐτὸν ὁ Πύραμός τε ποταμὸς εἰσβάλλει καὶ ὁ Πίναρος καὶ Κύδνος ὁ ἀπὸ τοῦ Ταύρου ὄρους τοῦ ὑπερκειμένου τῆς Ταρσοῦ ῥέων σκολιὸς καὶ μέσην τὴν Ταρσὸν διϊών· περὶ οὗ καὶ κατωτέρω ῥηθήσεται. Ψυχρὸν δέ φασι καὶ ταχὺ τὸ ῥεῦμα τοῦ Κύδνου, καὶ ἐπικουρεῖ παχυνευροῦσι κτήνεσι καὶ ἀνθρώποις. Εἰς τοῦτον, ὡς καὶ Ἀρριανὸς ἱστορεῖ, ἔρριψεν ἑαυτὸν ἱδρῶν Ἀλέξανδρος καὶ καύματι ἐχόμενος, ἐπιθυμήσας τοῦ ὕδατος, ὁπηνίκα καὶ σπασμῷ ἐσχέθη καὶ θέρμαις ἰσχυραῖς καὶ ἀγρυπνίᾳ συνεχεῖ· ὅτε καὶ ἐκάθηρεν αὐτὸν Φίλιππος ὁ Ἀκαρνὰν ἰατρὸς, τῶν ἄλλων ἰατρῶν οὐκ οἰομένων εἶναι βιώσιμα. Ὁ δὲ Πύραμος σκολιός τε ῥέει, ὡς εἴρηται, καὶ καταπίπτων εἰς βαθεῖαν φάραγγα ψόφον προβάλλει βροντῇ παραπλήσιον, καὶ χοῦν δὲ πάνυ πολὺν, ὡς ὁ Γεωγράφος ἱστορεῖ, κατάγει ἐπὶ τὴν θάλασσαν. Διὸ καὶ χρησμὸς ἐξέπεσεν ἐν ὑπερβολῇ τοιοῦτος· Ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος εὐρυδίνης ἠϊόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται. Ἡ δὲ Ταρσὸς ἐν πεδίῳ μὲν ἵδρυται, Ἀργείων δέ ἐστι κτίσμα, πλανηθέντων ἐκεῖ κατὰ ζήτησιν Ἰοῦς τῆς τοῦ Ἰνάχου θυγατρός. Ἱστορεῖται δὲ ἐπιπολάσαι ποτὲ τῇ πόλει ταύτῃ πολλὴν εὐχέρειαν τοῦ ἀποσχεδιάζειν τοὺς ῥήτορας πρὸς τὴν δεδομένην ὑπόθεσιν, εὐπορῆσαι δὲ καὶ πολλῶν ἀνδρῶν ἐλλογίμων, καὶ ἄλλα πολλὰ σχεῖν ἀγαθά. Ὁ δὲ Διονύσιος ἐπαναλήψει καὶ ἐνταῦθα διὰ τὸ τοῦ τόπου ἔνδοξον χρησάμενος λέγει καὶ αἰτίαν δι' ἣν ἡ τῶν Κιλίκων αὕτη πόλις οὕτω καλεῖται, ὅτι δηλονότι ὁμώνυμός ἐστι τῷ τοῦ Πηγάσου ταρσῷ, ἐκεῖ καταρρυέντος ἄνωθεν καὶ τὸν ἀναβάτην Βελλεροφόντην συγκατενεγκόντος, μελαγχολήσαντα πρὸς τῷ γήρᾳ, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ, καὶ πλανώμενον ἐκεῖ περὶ τὸ Ἀλήϊον πεδίον. Ὅτε γὰρ ἐς Διὸς ὁ Βελλεροφόντης ἀφικνεῖτο, ἐποχούμενος τῷ πτερῷ τῷ Πηγάσου, τότε καὶ ὁ Πήγασος κάτω ἠνέχθη χόλῳ Διὸς, καὶ ὁ ἱππεὺς συγκατηνέχθη· καὶ ὁ ἵππος αὐτοῦ ἐνταῦθα τὸν τοῦ ποδὸς ταρσὸν ἐπαφείς, ἐκεῖ γὰρ ὤκλασε, τῷ τόπῳ ἔλιπε τὸ ὄνομα. Ἄλλοι μέντοι τὸ ὄνομα τῆς πόλεως ὑπόμνημα τῆς τοῦ Βελλεροφόντου χωλείας εἶναί φασιν, ὡς τὸν τοῦ ποδὸς ταρσὸν ἐκεῖ χωλανθέντος, ὅτε τοῦ Πηγάσου κατέπεσεν. Οἱ δὲ Ταρσὸν κληθῆναί φασι τὴν πόλιν, διὰ τὸ μετὰ τὸν κατακλυσμὸν ἢ μετὰ τὴν πρώτην τῶν ὑδάτων σύστασιν, προχωρούντων τῶν ῥευμάτων εἰς τὴν θάλασσαν, τὰ ἐκεῖ ἀναξηρανθῆναι πρῶτον Ταυρικὰ ὄρη· διὸ καὶ τὴν πόλιν Τερσίαν τότε κληθῆναι, ὡς ἀπὸ τοῦ τέρσω τὸ ξηραίνω, ὕστερον δὲ Ταρσόν. Ἐρατοσθένης δέ φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Οἱ δέ φασι Τερσὸν ταπρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν, διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὃ ἔστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Ἐκεῖ δέ πού φασιν εἶναι καὶ τὸ Ἀλήιον πεδίον, οὗ καὶ Ὅμηρος μέμνηται, ἐν ᾧ μετὰ τὴν κατάπτωσιν, ὡς ἐρρέθη, ἐπλανᾶτο Βελλεροφόντης, τοῦ τε Πηγάσου καταπεσὼν καὶ τῶν φρενῶν ἐκπεσὼν, ὅθεν καὶ μονώτην εἵλετο βίον, ἀνθρώπων ἀπάνευθε περὶ τὸ πεδίον ἀλώμενος, ἤγουν πλανώμενος, ὅπερ ἐκ τῆς τοιαύτης αὐτοῦ ἄλης, ὃ ἔστι πλάνης, ἐτυμολογηθὲν, ὡς καὶ Ὁμήρω φαίνεται δοκεῖν, ἐκκλήθη Ἀλήιον· ἢ ἀπό τινος πόλεως καλουμένης Ἄλης, ὥς τινες λέγουσιν, ἢ παρὰ τὸ στερεῖσθαι ληίων. Ἔστι δὲ, φασὶ, τὸ πεδίον τοῦτο μεταξὺ Κύδνου ποταμοῦ καὶ Πινάρου. Τὸν δὲ μνημονευθέντα Πίναρον πλωτόν τέ φασιν εἶναι ἐκ μέσου πεδίου ἀνιόντα καὶ οὕτω βιαίως τοῦ βυθοῦ ἐξανατέλλειν, ὥστε τῷ καθιέντι ἀκόντιον εἰς τὸ τῆς γῆς βάθος ἀντιπράττειν τὸ ὕδωρ, καὶ μόλις τὸ καθιέμενον βαπτίζεσθαι. Διττὴ δὲ ἡ γραφὴ τοῦ Ταρσοῦ, διά τε τοῦ ε, ὡς προερρέθη, ἀπὸ τοῦ τέρσω καὶ διὰ τοῦ α ἀπὸ τοῦ ἔταρσον δευτέρου ἀορίστου. Λέγεται δὲ ταρσὸς καὶ ἐπὶ πτέρυγος ὀρνέων, καὶ ἐπὶ εἰρεσίας τριήρεων. Καὶ ὁ τῶν τυροποιούντων δὲ καλαθίσκος ταρσὸς καλεῖται καὶ ἀπ' αὐτοῦ ταρρός ὡς πυρρός πυρσός. Ἄποικος δὲ Ἀργείων ἡ Ταρσὸς, κτίσμα Σαρδαναπάλου, ὃν καὶ ἐν αὐτῇ τεθάφθαι φασί τινες.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
