# Commentarium in Dionysii periegetae orbis descriptionem 927

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 927. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/927

Ὅτι περὶ Ἀραβίαν, ἣν καὶ ἐρατεινὴν καλεῖ, οἱ ὄλβιστοι Ἄραβες, τουτέστιν οἱ εὐδαίμονες· ὄλβος γὰρ ἡ εὐδαιμονία. Ἡ τοιαύτη δὲ χώρα καὶ εὐδαίμων Ἀραβία λέγεται. Τούτων δὲ ἡ γῆ δισσῇ, φησι, θαλάσσῃ ἔζωσται, Περσίδι τε Ἀραβίῃ τε, ὧν μέση κεῖται ἡ τῶν Ἀράβων γῆ. Σημείωσαι δὲ ὅτι τὸ ἔζωσται καὶ ἐν ἄλλοις φθάσας εἶπεν ἐπὶ ὁμοίας σημασίας· καὶ ὅτι ἐν τῷ ὀλβίστων Ἀράβων φανερῶς δι' ἑνὸς ρ ἡ τοῦ Ἄραψ ἐστὶ γραφὴ, ὡς καὶ ἐν τῷ ἁβροβίων Ἀράβων· εἰ καὶ ἐν ἄλλοις τόποις πολλὰ τῶν ἀντιγράφων πολὺν τὸν ῥοῖζον ἐκ τῆς τοῦ ἀμεταβόλου ἐξηχοῦσι διπλώσεως. Εἴποι δ' ἄν τις τάχα διὰ τὸ μέτρον ἐκπεσεῖν ἄρτι τὸ ἓν ἀμετάβολον, ὅθεν καὶ συσταλῆναι τὴν ἄρχουσαν. Βούλονται γὰρ πολλοὶ ἀναδιπλοῦν τὸ ρ, ὡς ἀπὸ τῆς α στερήσεως καὶ τοῦ ῥάπτω ῥάψω, κἀντεῦθεν τὴν τῶν Ἀράβων κλῆσιν οἷον συρράπτουσιν, ὡς μὴ ῥαπτομένων ἱμάτια, περιτυλισσομένων δὲ ὑφάσματα· καὶ διὰ τοῦτο κατ' ἀνάγκην φασὶν ἐν τῷ Ἄραψ κεῖσθαι τὸν τοῦ ρ διπλασιασμὸν, ὡς καὶ ἐν τῷ ἄρρηκτος καὶ ἄρρητος καὶ ἀρραγής καὶ ἐν τοῖς ὁμοίοις. Ἡσίοδος μέντοι ἐν τῷ κούρην Ἀράβοιο, ἐξ οὗ καὶ ἡ Ἀραβία κεκλῆσθαι δοκεῖ, δι' ἑνὸς ἀμεταβόλου καὶ συστολῆς τῆς ἀρχούσης καὶ αὐτὸς ἐμφαίνει δεῖν γράφειν τοὺς Ἄραβας. Καὶ ὁ τὰ Ἐθνικὰ δὲ γράψας ἐν ἑνὶ ἀμεταβόλῳ γράφει αὐτούς. Τυχὸν δὲ ἀντιγράφων αὐθάδεια τὴν τοῦ ρ διπλόην ἐξ αὐτονομίας παρεισήνεγκεν, ὅπου καὶ τὴν ἄρχουσαν τῆς παρά προθέσεως παρὰ τούτῳ τῷ ποιητῇ πολλὰ τῶν παλαιῶν ἀντιγράφων διὰ δύο ἀμεταβόλων προήγαγον, ὡς καὶ ἐν τῷ παραλίην Ἔφεσον· ὡς εἴπερ μὴ εἶχε καὶ χωρὶς τῆς τοῦ ἀμεταβόλου διπλόης ἐκτείνεσθαι ἡ τῆς παρά προθέσεως παραλήγουσα, καθάπερ καὶ παρ' Ὁμήρῳ ἐν τῷ «αἴσιμα παρειπών».

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
