# Commentarium in Dionysii periegetae orbis descriptionem 939.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 939. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/939.1

Ὅτι ὁ Διονύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν Ἀραβίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, ὅτι ὄντως ἐκεῖ Ζεὺς τὸν Διόνυσον ἐλύσατο παρὰ μηροῦ εὐραφέος· ἀφ' οὗ καὶ Εἰραφιώτης, ὡς προερρέθη, ἐκλήθη κατά τινας. Τοῦτο δὲ Ἀρριανὸς ἐπὶ Σαγγαρίῳ μυθοπλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ Διὸς ὁ Διόνυσος ἤδη τρόφιμος ὤν. Ὁ δὲ Διονύσιος οἷς εἶπεν ἀκολούθως ἐπάγει γενεθλιακὴν διασκευὴν, λέγων, ὡς ἐν ἐκφράσει, οἷα εἰκὸς ἦν τότε τῷ τοιούτῳ τόκῳ ἐπισυμβῆναι. Πάντα γὰρ, φησὶν, ἦσαν εὐώδη τηνικαῦτα, μῆλα δὲ λασίοις ἐβαρύνετο μαλλοῖς, αὐτομάτῳ δὲ κατέρρεον ὕδατι λίμναι, ὄρνιθες δὲ ἀοικήτων ἀπὸ νήσων, τῶν περὶ τὸ Ἐρυθραῖον τάχα πέλαγος, ἦλθον φύλλα φέρουσαι ἀκηρασίων κιναμώμων· καὶ πολὺς ὄλβος ἐπεχέθη τοῖς ἐκεῖ· διόπερ εἰσέτι νῦν λιβάνῳ μὲν κομῶσιν αἱ ἄρουραι, τὰ δὲ ὄρη χρυσῷ, οἱ δὲ ποταμοὶ θυηλαῖς, οἱ δὲ ἐνοικοῦντες μάλα πίονα δῆμον ἔχουσι, χρυσέοις πέπλοις ἀγαλλόμενοι μαλακοῖς. Λέγει δὲ καὶ ὅπως νεβρῖδά τε ἐτανύσατο κατωμαδίην ἢ ἐπωμαδίην ὁ Διόνυσος, καὶ κισσῷ ἐστέψατο, ἀκροχάλιξ δὲ οἴνῳ μειδιόων, οἷα φιλομειδὴς, καὶ αὐτὸς πλεκτοὺς ἀνεσείσατο θύρσους, ὃ ἔστι κλάδους τινὰς, οἳ καὶ αὐτοὶ Διονύσου φόρημα ἦσαν. Σημείωσαι δὲ ὅτι εἰπὼν ὁ Περιηγητὴς ἀπὸ ἀοικήτων νήσων ἄγεσθαι ὑπὸ ὀρνίθων τὸ κινάμωμον ἐμφαίνει καὶ αὐτὸς μὴ γινώσκεσθαι τὴν γῆν τὴν φέρουσαν τὸ κινάμωμον, ὥσπερ φησὶ καὶ Ἡρόδοτος. Ἐκεῖνος δὲ ἀφηγεῖται καὶ ὅπως οἱ μὲν ὄρνιθες τὰ κάρφη τοῦ κιναμώμου φέρουσιν εἰς τὰς οἰκείας νεοσσιὰς, καὶ πηλῷ προσπλάττουσιν ἐν ἀβάτοις κρημνοῖς· οἱ δὲ Ἄραβες κρέα μεγάλα προρρίπτουσι, καὶ οἱ ὄρνεις ἀνάγουσιν αὐτὰ, καὶ αἱ νεοσσιαὶ βαρύνονται, καὶ κάτω φέρονται, καὶ τὸ κινάμωμον συλλέγεται. Παρὰ δὲ Ἀριστοτέλει φαίνεται ὁμωνύμως τοῖς φερομένοις κάρφεσι λέγεσθαι κινάμωμα καὶ τὰ ὄρνεα τὰ φέροντα τὰ τοιαῦτα κάρφη, ἐξ ὧν καὶ τὰς νεοττιὰς αὐτὰ ποιοῦνται ἐν τόποις ἀβάτοις, ἃς οἱ ἐγχώριοι καταβάλλουσι μόλυβδον ὀϊστοῖς προσαρτῶντες καὶ τοξεύοντες, καὶ οὕτω συνάγουσιν ἐκ τοῦ φορυτοῦ, φησί, τὸ κινάμωμον. Τὸ δὲ ἐτάνυσε νεβρῖδα οὐκ ἀντὶ τοῦ ἐνεδύσατο νοητέον, ἀλλ' ἀντὶ τοῦ ἐφόρησεν, ἐξεκρέμασεν, ἤτοι ἐνήψατο. Ἐνάπτεσθαι δὲ καὶ καθάπτεσθαι λέγομεν τὰ μὴ ζώνῃ διαλαμβανόμενα, μηδὲ τὸ σῶμα ὅλον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ ἄφετα ἐξαρτώμενα, οἷον πήραν λεοντῆν ἢ παρδαλέην· Ἀρριανὸς δὲ καὶ διφθέρας καθάπτεσθαι λέγει. Οὕτω γοῦν καὶ νεβρῖδα, ὃ ἔστι δέρμα νεβροῦ, ἤτοι νεογνοῦ ἐλάφου πολύστικτον, ὁ Διονύσιος ἐνάπτεται τοῖς ὤμοις. Ποιεῖ δὲ τοῦτο ἢ διὰ τὸ τῶν μεθυόντων πολύτροπον, ὡς φθάσαντες εἴπομεν, οὗ σύμβολον τὸ πολύστικτον, ἢ διὰ τὸ τῶν σταφυλῶν πολύχροον, ἢ καὶ διὰ τὴν ἐκ τῆς μέθης ἀσθένειαν. Καὶ γὰρ καὶ ὁ νεβρὸς ἀπόλεμον καὶ εἰς φυγὴν ἑτοιμότατον. Τὸ δὲ ἀπὸ κισσοῦ στεφάνωμα τὸ τοῦ οἴνου συμβολικῶς κισσητὸν ἤτοι ἐπιθυμητὸν αἰνίττεται, εἴγε τὸ κισσᾶν ἐπὶ τοῦ ἐπιθυμεῖν τίθεται. Οἱ δὲ θύρσοι τὸ τῶν μεθυόντων ἕτοιμον εἰς πληγὰς ὑπεμφαίνουσι, πλεκτοὶ λεγόμενοι παρωνύμως τῇ τῶν διαμαχομένων συμπλοκῇ. Ἀκροχάλιξ δὲ οἴνῳ ὁ ἄκρως κεχαλασμένος, ἢ ὁ τῷ ἀκράτῳ χαλασθεὶς τοῦ φρονεῖν, ὁποῖόν τι καὶ ὁ χαλίφρων παρὰ τῷ Ποιητῇ, ἢ ὁ ὀρθοῦσθαι μὴ ἔχων, ἀλλὰ κάτω χαλώμενος, ὁποῖοι οἱ ἔξοινοι. Τοῦ δὲ κιναμώμου τὴν βλάστην (φρύγανον δὲ, ὥς φησιν ὁ Πορφύριος, ἐστὶν Ἀραβικόν) ὁμοίαν φασὶν εἶναι ἀμπέλῳ, οὗπερ ὁ ὀσφραινόμενος κλαυθμυρίζεται ὑφ' ἡδονῆς· φιλοῦσι δὲ αὐτὸ αἱ κατὰ χώραν αἶγες. Διὸ καὶ ἡ παροιμία ἐπὶ τῶν λίαν φιλίως πρός τι διακειμένων, «ἡ αἲξ τὸ κινάμωμον.» Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ τῶν Ἀράβων ἔθνους, μὴ πάνυ ὡς ἔοικεν εὐδοκιμούντων τὰ εἰς ᾠδὴν, πεπαροιμίασται τὸ «Ἀράβιος αὐλητής», ὃς κατὰ τὴν παροιμίαν δραχμῆς μὲν ηὔλει, τεττάρων δ' ἐπαύετο. Λέγεται δὲ τοῦτο ἐπὶ τῶν ἀπαύστως διαλεγομένων καὶ ἀδολεσχούντων, καὶ μόλις παυομένων τοῦ πολυλογεῖν, ἢ ἐπὶ τῶν ἀμούσων καὶ βαρβάρων ἐν τῷ αὐλεῖν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
