# Commentarium in Dionysii periegetae orbis descriptionem 954

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 954. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/954

Ὅτι Ἀράβων πρῶτοι ὑπὲρ κλιτὺν Λιβάνου, τουτέστι πρὸς νότον τοῦ Λιβάνου, ἀφνειοὶ Ναβαταῖοι, ἀπό τινος Ναβάτου καλούμενοι. Ναβάτης δὲ, φασὶν, Ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. Μετὰ δὲ Ναβαταίους Χαβλάσιοι καὶ Ἀγρέες, οὓς ὁ τὰ Ἐθνικὰ γράψας Ἀγραίους λέγει. Μεθ' οὓς ἡ Χάτραμις γῆ, κατὰ δὲ ἄλλους Χατραμῖτις, κατέναντι Περσίδος γῆς. Καμηλοκόμοι δὲ καὶ οὗτοι, καὶ οἱ περὶ τὸ πλευρὸν τῆς Ἐρυθρᾶς θαλάσσης κείμενοι Σάβαι, ὅπου καὶ οἱ Μινναῖοι, ἔθνος καὶ αὐτὸ παράλιον. Τοὺς δὲ Σάβας καὶ Σαβαίους ἄλλοι φασὶ λέγοντες ὅτι Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ ὅτι εὐδαιμονεστάτη ἐστὶν ἡ τῶν Σαβαίων γῆ ἔθνους μεγίστου, παρ' οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κινάμωμον καὶ βάλσαμον. Καὶ ὅτι τεσσάρων ἐθνῶν μεγίστων κατοικούντων τὴν Ἀραβίαν ἓν ἐκεῖσέ ἐστι καὶ τὸ τῶν Μινναίων πρὸς Ἐρυθρὰν, ὧν πόλις μεγίστη Κάρνα· ἐχόμενοι δὲ Σαβαῖοι. Ἡ δὲ Ναβαταία χώρα πολύανδρος, φασὶ, καὶ εὔβοτος. Μητρόπολις δὲ Ναβαταίων ἡ Πέτρα. Λέγονται δὲ καὶ σώφρονες οἱ Ναβαταῖοι καὶ κτητικοὶ, ὥστε ὁ μὲν τὴν οὐσίαν μειώσας δημοσίᾳ ζημιοῦται, τῷ δὲ αὐξήσαντι κεῖνται τιμαί. Εἰσὶ δὲ καὶ ὀλιγόδουλοι, καὶ διακονοῦνται τὸ πλέον ὑπὸ συγγενῶν, καί εἰσιν αὐτοδιάκονοι καὶ ἀντιδιάκονοι. Ὁ δὲ τῶν Ἐθνικῶν ἀναγραφεὺς λέγει ὅτι καὶ Δαχαρηνοὶ τὸ τοιοῦτον ἔθνος ἐκλήθη, ὃ ἔστιν ἀρσενικοί.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
