# Commentarium in Dionysii periegetae orbis descriptionem 970

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 970. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/970

Ὅτι πρὸς αὐγὰς τοῦ Λιβάνου ὡς πρὸς Μεσοποταμίαν ἡ ἑτέρα Συρία μηκύνεται, ἤγουν ἡ παρὰ τὴν Κοίλην Συρίαν ἑλκομένη καὶ μέχρι Σινώπης, ἣν ἁλίκλυστον λέγει διὰ τὸ χερρόνησον εἶναι· ἐφ' ἧς ἑτέρας ταύτης Συρίας οἱ Καππαδόκαι μεσήπειροι, οὓς προπαροξυτόνως Καππάδοκας ὁ Γεωγράφος λέγει, ὡς ἀπὸ εὐθείας τῆς ὁ Καππάδοξ· οἳ, ὡς προϊστόρηται, καὶ Λευκόσυροι λέγονται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων μελαγχρόων Σύρων. Ὁ δὲ Διονύσιος τοὺς Καππαδόκας καὶ ἐπιστήμονας ἱπποσύνης φησὶν, ὃς καὶ τοὺς ἁλὸς ἄγχι τῆς τοῦ Εὐξείνου παρὰ τὸν Θερμώδοντα οὐ Σύρους, ἀλλὰ Ἀσσυρίους φησὶν, ὡς καὶ ἐν τοῖς περὶ Σινώπης προγέγραπται. Καὶ ὅρα ὅτι ἐνταῦθα σαφέστατα ὁ Διονύσιος ἐφάνη δύο δοξάζων Συρίας, ὧν τρίτην ἑτερώνυμον ἔχει τὴν Ἀσσυρίαν, ἣν, ὡς ἔκ τε τῶν προλαβόντων ἐδηλώθη καὶ ὡς ἐκ τῶν ἄρτι λεχθέντων φαίνεται, μετὰ τοὺς Χάλυβας εἶναι ἱστορεῖ, καὶ ἐμπεριγράφει αὐτὴν περὶ τὴν θάλασσαν τοῦ Εὐξείνου πόντου παρὰ τὸ στόμα τοῦ Θερμώδοντος. Ὡς εἶναι κατ' αὐτὸν μίαν μὲν Συρίαν τὴν Κοίλην, ὑπερεκπίπτουσαν πρὸς νότον καὶ ἕως Ἀραβίας, ὡς καὶ αὐτὸς ἱστόρησεν, ἧς μέρος καὶ ἡ παραλία Φοινίκη κατὰ τὸν αὐτὸν Διονύσιον, εἰπόντα ὅτι τῶν Σύρων οἱ μὲν ἐν ἠπείρῳ, οἱ δὲ ἁλὸς ἐγγὺς, ἐπωνυμίην Φοίνικες, ἑτέραν δὲ δευτέραν Συρίαν, τὴν ὑπὲρ Λίβανον ἕως Σινώπης, περὶ ἣν μέσην οἱ Καππαδόκαι· τρίτους δ' ἐκεῖθεν περὶ τὴν τοῦ Εὐξείνου θάλασσαν κεῖσθαι τοὺς Ἀσσυρίους. Φησὶ γάρ «Ἀσσύριοι ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.» Εἰ μὴ ἄρα τις καὶ τούτους Σύρους βούλεται λέγειν, ἀδιάφορον ἡγούμενος τὸ τῶν Ἀσσυρίων καὶ Σύρων ὄνομα κατά τινας. Ὅτι δὲ περὶ Ἀσσυρίων ἄλλοις ἄλλα ἱστόρηται, ἱκανῶς ἀλλαχοῦ προείρηται· καὶ ὅτι δὲ ὑπό τινων εἰς πλείους μοίρας ἡ Συρία διῃρεῖτο, προεγράφη καὶ αὐτὸ ἐν τοῖς περὶ τῆς Κομμαγηνῆς χώρας. Ἄλλοι δὲ εἰς τρία διῄρουν αὐτὴν, Κοιλοσύρους καὶ Σύρους καὶ Φοίνικας. Καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ Καππαδοκίᾳ ἱστορεῖται μάγους εἶναι, οἳ Πύραιθοι ὠνομάζοντο, ὡς πῦρ αἴθοντες καὶ δι' αὐτοῦ μαντευόμενοι. Ὅτι δὲ ἀπό τινος Καππάδοκος οἱ Καππαδόκαι οὗτοι καλοῦνται, προείρηται καὶ αὐτό. Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι τὴν Καππαδοκίαν Πέρσαι μὲν εἰς δύο σατραπείας διεῖλον, Μακεδόνες δὲ ὕστερον εἰς δύο βασιλείας, ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ μεγάλην Καππαδοκίαν καὶ πρὸς τῷ Ταύρῳ Καππαδοκίαν, τὴν δὲ ἑτέραν πρὸς τῷ Πόντῳ Καππαδοκίαν ἐκάλεσαν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
