# Commentarium in Dionysii periegetae orbis descriptionem 976.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 976. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/976.1

Ὅτι πρὸς ἀνατολὰς τῆς Καππαδοκίας ὁ Εὐφράτης ποταμὸς ἀπειρέσιος ἀπὸ τοῦ Ἀρμενίου ῥέει ὄρους μακρὸς, ἐπὶ νότον τὰ πρῶτα, εἶτα ἑλίξας ἀγκῶνας πρὸς ἀνατολὰς καὶ μέσην τὴν Βαβυλῶνα περάσας εἰς τὴν Περσίδα θάλασσαν ἀπερεύγεται, παρὰ τὴν Τερηδόνα, πόλιν Περσικὴν, ῥέων διὰ τῆς μεγάλης Ἀρμενίας ἕως τῆς μικρᾶς. Μετὰ δέ γε τὸν Εὐφράτην εἰς αὐγὰς ὁ Τίγρις ῥόον ἴσον ἐλαύνων, ἤγουν ἐπ' εὐθείας, κατὰ δὲ ἄλλους καὶ αὐτὸς ὁμοίως ἀγκωνιζόμενος, καὶ οὕτω μετ' οὐ πολὺ διάστημα εἰς ἴσον τῷ Εὐφράτῃ γινόμενος, κοινοῦται τὸ ῥεῦμα καὶ συγκαταβαίνει εἰς τὴν θάλασσαν. Τὸ δὲ μέσον τούτων διάστημα Μέσην, φησὶ, καλοῦσι ποταμῶν, ὃ ἔστι Μεσοποταμίαν· ὡς καὶ τὴν ἀκρόπολιν διαλελυμένως ἡ ποίησις ἄκρην πόλιν φησὶ, καὶ τὴν Λευκόπετραν Λευκὴν πέτραν, καὶ τὴν Νεάπολιν Νέαν πόλιν. Διΐστανται δὲ ἀλλήλων οἱ ποταμοὶ οὗτοι ὅσον ἂν, φησὶν, εἰς ἕβδομον ἦμαρ ἴφθιμος καὶ κραιπνὸς, ὃ ἔστι ταχὺς, ἀνὴρ ὁδίτης ἀνύσειεν. Ἑπτὰ γὰρ, φησὶν, ἡμερῶν ἡ μέση τῶν ποταμῶν ὁδός ἐστιν εὐζώνῳ ἀνδρὶ, τουτέστιν ἀπερίττῳ καὶ ἐλαφρῷ εἰς ὁδόν. Φασὶ δὲ οἱ παλαιοὶ τὴν συναγωγὴν τῆς Μεσοποταμίας ἐπὶ συχνὸν προπίπτουσαν μῆκος πλοίῳ πως ἐοικέναι. Τὰς δὲ τῶν δύο τούτων ποταμῶν πηγὰς διέχειν ἀλλήλων φασὶ περὶ ͵αφʹ στάδια. Ὤκιστος δὲ, φησὶ, ποταμῶν ὁ Τίγρις, καὶ οὐκ ἂν ἐκείνου ἐν πᾶσι ποταμοῖς θοώτερον, ὃ ἔστιν ὀξύτερον, ἴδοις. Διὸ, φασὶ, καὶ Τίγρις καλεῖται, ἤγουν ταχὺς ὡς βέλος· Μῆδοι γὰρ τίγριν καλοῦσι τὸ τόξευμα. Οὕτω δὲ καὶ Ἄκις ποταμὸς Σικελικὸς παρὰ Θεοκρίτῳ, διότι, φασὶν, ἀκίδι τὸ τάχος τοῦ ῥεύματος ἐκείνου ἔοικε. Κατὰ δέ τινας παρὰ τὸν τίγριν τὸ ζῶον ἡ κλῆσίς ἐστι τούτῳ τῷ ποταμῷ, οὗ ἡ γενικὴ τίγριος παρὰ τῷ Ἀριστοτέλει. Μυθεύεται γὰρ ὅτι Σύλαξ ποτὲ καλούμενος ὁ ποταμὸς οὗτος, ὃ ἔστι κατωφερὴς, ὕστερον ἐκλήθη Τίγρις δι' αἰτίαν τοιαύτην· μαίνεται Διόνυσος Ἥρας προνοίᾳ, καὶ φοιτῶν ὅπη τύχοι γίνεται καὶ πρὸς τῷδε τῷ ποταμῷ, καὶ θέλων εἰς τὸ πέραν διαβῆναι ἀπόρως ἔχει. Οἰκτίζεται δὲ αὐτὸν ὁ πατὴρ Ζεὺς, καὶ πέμπει ζῶον τίγριν, ὃς τοῦ πόρου τῷ Διονύσῳ καθηγησάμενος αὐτῷ μὲν ποιεῖ τὸ θυμῆρες, τῷ δὲ ποταμῷ ἀφ' ἑαυτοῦ καλεῖσθαι ἀφίησι. Καὶ ἄλλως δὲ δίχα τῆς μυθικῆς ταύτης ἐπιβολῆς τὴν πρὸς τὸ ζῶον ὁμωνυμίαν ὁ ποταμὸς ἔχει διὰ τὸ τοῦ ῥεύματος ὀξύ. Θηρίον γὰρ ὁ τίγρις οὐ μόνον ἐλέφαντος πολὺ ἀλκιμώτερος, ἀλλὰ καὶ τὴν ὠκύτητα οὐ ῥᾴων εἰκασθῆναι. Διὸ καὶ ὁ τῷ Ἰουλιανῷ δοθεὶς ἀπατηλὸς χρησμὸς παρὰ θηρὶ ποταμῷ ὑπέσχετο ποιήσειν τὰ θρυλούμενα, ἤγουν παρὰ τῷ θηριωνύμῳ Τίγρει. Ὅτι δὲ διὰ τοῦ ι ἔχει τὴν γραφὴν ἡ λήγουσα, ἡ κλίσις δηλοῖ· Τίγριος γάρ ἐστι καὶ παρὰ τῷ Διονυσίῳ ἡ γενικὴ, ὡς τοῦ ὄφιος, ὡς δοκεῖν ἐντεῦθεν εἶναι τὴν Ἀττικὴν γενικὴν Τίγρεως, ὡς Θύμβρεως. Ὁ μέντοι Ἀρριανὸς διὰ τοῦ δ κλίνει Τίγριδος, καθὰ καὶ ὁ γράψας τὸ δρᾶμα τῆς Σωσάννης, οἶμαι ὁ Δαμασκηνός, ὡς ἐκ τῆς ἐπιγραφῆς φαίνεται. Οὕτω δὲ καὶ τὸ Ἄπις τὸ κύριον ἐν τοῖς περὶ Ἀρκάδων λόγοις οἱ μὲν διὰ τοῦ δ ἔκλιναν Ἄπιδος, ὡς Πάριδος, οἱ δὲ κατὰ τὴν τοῦ ὄφεως κλίσιν αὐτὸ μετεχειρίσαντο, κλίνοντες Ἄπεως. Τινὲς δὲ διὰ τοῦ η κλίνουσι, Τίγρης Τίγρητος, τῷ λόγῳ τῶν εἰς ης ἰαμβικῶν. Ἄλλοι δὲ καὶ τὴν ἄρχουσαν μετὰ τοῦ π προφέρουσι, καὶ εὕρηται τοιαύτη γραφὴ παρά τε τῷ Ἰουλιανῷ καὶ παρὰ τῷ Ἀρριανῷ δὲ ἐν τοῖς περὶ Ἀλεξάνδρου. Πολλὰ γὰρ τῶν παλαιῶν ἀντιγράφων ἔχουσιν οὕτω· «Τῶν ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ Πίγρητος, οἳ τὴν μέσην σφῶν Ἀσσυρίαν ἀπείργουσιν, ὅθεν καὶ Μεσοποταμία πρὸς τῶν ἐπιχωρίων κληΐζεται, ὁ Πίγρης πολύ τι ταπεινότερός ἐστιν Εὐφράτου.» Ἔστι δὲ Τίγρις καὶ Παφλαγονικὸς ποταμὸς, περὶ οὗ φησι Ξενοφῶν, «πρῶτον μὲν Θερμώδοντα, εὖρος τριῶν πλέθρων, δεύτερον δὲ Τίγριν τρίπλεθρον ὡσαύτως, τρίτον δὲ Ἅλυν.» Κλίνει δὲ καὶ αὐτὸς τοῦτον διὰ καθαροῦ τοῦ ο. Καὶ Ἡρόδοτος δέ φησιν ὅτι οὐχ εἷς μόνος Τίγρις, ἀλλὰ καὶ δεύτερος καὶ τρίτος, οὐχ ὁ αὐτὸς μὲν, οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων, ὁ αὐτὸς δὲ ὀνομαζόμενος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
