# Commentarium in Dionysii periegetae orbis descriptionem 988

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 988. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/988

Ὅτι ἡ Θωνῖτις λίμνη ἐστὶ νιτρώδης κατὰ μέσον τοῦ Τίγριος, εἰς ἣν αὐτὸς μετὰ πολλοῦ φερόμενος τοῦ ψόφου, καὶ κατὰ μυχὸν τῆς λίμνης, ὡς οἱ παλαιοί φασιν, εἰς βέρεθρον ἐμπεσὼν, καὶ ἐπὶ πολὺ ἐνεχθεὶς ὑπόγεως, καὶ αὖθις ἀνίσχων, καὶ διασώσας τὸ ῥεῖθρον ἀμιγὲς διὰ τὴν ἄγαν ὀξύτητα, παραρρέει τὸ σῆμα τῆς Σεμιράμιδος, καὶ ἐν δεξιᾷ ἔχων τὴν Μεσοποταμίαν ἐξίησιν εἰς τὸν Περσικὸν κόλπον. Ὁ δὲ Γεωγράφος φησὶ καὶ Ἀρσηνὴν καλεῖσθαι τὴν νιτρῖτιν ταύτην Θωνῖτιν, καὶ πολλοὺς ἔχειν ἰχθύας, ῥήττειν δὲ τὰς ἐσθῆτας καὶ διαξέειν, καὶ ἄποτον ἔχειν τὸ ὕδωρ. Λέγει δὲ καὶ οὕτω σφοδρῶς διαβάλλειν αὐτόθι τὸν Τίγριν, ὥστε τὴν λίμνην, ἁλμυρὰν οὖσαν καὶ ἄνιχθυν, γλυκεῖαν ἐν τούτῳ τῷ μέρει γίνεσθαι καὶ ἰχθύων πλήρη. Ὅτι δευτερεύουσι μετὰ τοὺς Ἰνδικοὺς ποταμοὺς Εὐφράτης καὶ Τίγρις, καὶ ὅτι μείζων Εὐφράτης Τίγριος ῥέοντος ἀπὸ Νιφάτα ὄρους, καὶ πλείω διέξεισι χώραν. Ἐνεχθεὶς δὲ ἐπὶ Σελεύκειαν τὸ τῶν βασιλέων χειμάδιον, ἐν Ἐκβατάνοις γὰρ θερίζειν ἐκεῖνοι λέγονται, συνάπτει τῷ Εὐφράτῃ πλησίον, καὶ ποιεῖ τὴν ῥηθεῖσαν Μεσοποταμίαν πρὸς αὐτόν. Μετὰ δὲ τὸν ῥηθέντα Νιφάταν Ἄβος ὄρος, ἐξ οὗ ὁ Εὐφράτης τε ῥέει καὶ ὁ προειρημένος Ἀράξης. Ῥέειν δέ φησιν ὁ αὐτὸς Γεωγράφος τὸν Εὐφράτην διὰ μέσης τῆς Βαβυλῶνος, ἐν ᾗ καὶ ὁ θαυμαστὸς κρεμαστὸς κῆπος, περὶ οὗ ῥηθήσεται. Καὶ Ἡρόδοτος δέ φησιν ὅτι τὸ μέσον τῆς Βαβυλῶνος ὁ Εὐφράτης διείργει, ὃς ῥέει μὲν ἐξ Ἀρμενίων μέγας ὢν καὶ βαθὺς καὶ ταχὺς, ἐξίησι δὲ εἰς τὴν Ἐρυθρὰν θάλασσαν. Ὁ δὲ αὐτὸς καὶ ναυσὶ περατὸν τὸν Εὐφράτην ἱστορεῖ, καὶ ὅρον αὐτὸν εἶναι Κιλικίας καὶ Ἀρμενίας φησί. Τὴν δὲ εἰρημένην Βαβυλῶνα μεγάλην ποτὲ γενομένην ὕστερον ἐρημωθῆναί φασι. Φασὶ δὲ καὶ τὴν παρὰ τῷ Τίγρει Νῖνον, πολὺ μείζω τῆς Βαβυλῶνος οὖσαν, ἀφανισθῆναι καὶ αὐτὴν, καταλυθέντων τῶν Περσῶν, ἧς τοῦ μεγέθους σημεῖον τὸ τῆς κτίσεως ἐργῶδες. Λέγεται γὰρ Νῖνος οἰκοδομῆσαι αὐτὴν ὁ τῶν Ἀσσυρίων βασιλεὺς, μυριάδων δεκατεσσάρων συνεχῶς αὐτὴν ἐργαζομένων ἐπὶ ἔτη ὀκτώ. Σοφοὶ δὲ οἱ Βαβυλώνιοι, καὶ, ὡς Ἡρόδοτος λέγει, παρ' αὐτῶν οἱ Ἕλληνες ἔμαθον πόλον καὶ γνώμονα καὶ τὰ δώδεκα μέρη τῆς ἡμέρας.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
