# De capta Thessalonica 100

Eustathius, De capta Thessalonica, Page 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/100

ὀκλάζει τὸ καὶ τοὺς πόδας καὶ τὰ ὕπερθεν παθὸν καί πως ἐπὶ γόνυ συνιζάνει, τά γε πρῶτα εὐμηχάνως συνεστηκός, ἕως οἱ μὲν ὑπορύττοντες, τὸν κατ' αὐτοὺς ἄεθλον διηνυκότες, ἀποκατέστησαν ταῖς τῶν συμβαρβάρων σκηναῖς, τὰ δὲ ὑποβεβλημένα εἰς ἔρεισμα τῇ διορυγῇ κατεκάη, ὡς δοῦναι τόπον ἐντεῦθεν τῇ κατακύψει τοῦ τείχους. Οὗπερ οὕτως ὑποκλιθέντος εἰς πλαγιασμόν, συμβαίνει τὸ ἐκείνου ἄκρον διαιρεθῆναι ἄνωθεν ἕως καὶ κάτω, ἔνθα πως ἐγλωχινοῦτο γωνιούμενον, καὶ διαχανεῖν εἰς ἡμέτερον ὄλεθρον. Τοῦ γὰρ συνδετικοῦ παραλυθέντος εἱρμοῦ, ἔσχιστο ἐξ ἀνάγκης, ὅτι μηδὲ εἶχεν ἡ ἐχομένη πλευρὰ ἐν καθεστῶτι ἡρμόσθαι, τῆς ἐκ πλαγίων ὑπενδούσης κατὰ βάρος, ἀλλ' ἐκπέμψασά τι ἑαυτῆς, ἀφῆκεν ἐπακολουθεῖν κατακλιθείσῃ τῇ γείτονι· καὶ οὕτω χάσμημα καθ' ἡμῶν Ἅιδου εὐρυνθὲν κατέσπακεν εἰς χάος ἀτρύγετον. Ἦν δὲ ὁ τόπος οὗτος πύργος Χαμαιδράκοντος ἐπικληθεὶς τῷ λαχόντι ἐπιστατεῖν σύν γε τοῖς ἀμφ' αὐτὸν οὐκ ἀεργοῖς στρατιωτικοῖς, ἀνδρὶ τότε μὲν τακτικῷ, ὕστερον καὶ συμπόνῳ ἡμῖν· ὃς μόνος τῶν ἄλλων ἐνσχεθεὶς τῇ πόλει, τὸ μὲν φαινόμενον κατὰ νόσον, ἄλλως δὲ προμηθείᾳ θείᾳ καὶ συναεθλεύων ἡμῖν παρήγορα, θρίξ, ὅ φασιν, ἀνὰ μέσον καὶ ἔβλεπε θάνατον, εἰ μὴ τὸ τῆς τριχὸς ταύτης γραμμικὸν οἷα καὶ εἴς τι πλατὺ ἐπίπεδον ἡμεῖς διαστήσαντες, ὡς ἐμεθόδευσεν ὁ τῆς σοφίας Θεός, καὶ παρατείναντες καιρόν, δι' οὗ ὁ βαρβαρικὸς ἐμαλάχθη θυμός, συνετελέσαμεν τι καὶ αὐτοὶ τῷ ἀνθρώπῳ εἰς τὸ καλὸν ἧς ἄρτι ἔχει ζωῆς. Τοῦ τοίνυν τείχους ἐκείνου παθόντος ὡς ἔπαθεν, ἐπείπερ ἡμέρα διέφαυσε καὶ εἶδον τὸ ἐκεῖσε χαρώνειον χάσμα οἵ τε ἐχθροὶ οἵ τε ἡμεδαποί, ἐκεῖνοι μὲν συνέχασκον θηριωδῶς τοῦ λοιποῦ καθ' ἡμῶν, ἡμῖν δὲ συμμύσασι ξύμπασα ἐκλείσθη ἐλπίς. Καὶ ἦν μὲν τὰ πρὸ τούτου θρασὺς ὁ στρατηγὸς κομπάζων πρὸς τοὺς εὖ εἰδότας τὸ τεῖχος οὐκ εὖ πείσεσθαι ὡς, εἰ καὶ καταπεσεῖται, ὅμως αὐτὸς ἐπιλέγδην κρίνας τοὺς ἀρίστους τῆς στρατιᾶς τεῖχος σιδήρεον ἀντιστήσει, τὸ ἐκ τῶν ὅπλων, καὶ ἕως καὶ εἰς τεσσαράκοντα ἡμέρας φύλαξ ἔσται τῆς πόλεως, τότε δὲ ὁ μέχρι λόγου θρασὺς ῥηξήνωρ τῇ τοῦ τείχους ῥήξει διεκόπη τῶν αὐχημάτων καὶ μὴ μένων ὁ αὐτὸς ἔμπαλιν ἐξένευσεν. Ἅμα γὰρ δόρυ ἐσκέψατο πολεμικὸν ἐπὶ τοῦ ῥήγματος ἀναρριχησαμένου τῶν τινος πλωΐμων, οὓς ἀνδρικοὺς τὰ τοιαῦτα καὶ δεξιοὺς ἡ τοῦ Σιφάντου ναῦς ἐπλώϊζε (πειρατὴς δὲ ὁ Σιφάντος, ἑκὼν προσχωρήσας τοῖς Σικελοῖς κατά τινα ῥήτρην τὴν συνδόξασαν· ὃς καὶ ἡμᾶς ἑλῶν ἐξένισε, ῥητέον γὰρ οὕτως, ἐπὶ νεὼς τῆς

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
