# De capta Thessalonica 104

Eustathius, De capta Thessalonica, Page 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/104

ἦν καὶ ἡ πόλις πλήρης ἦν τῶν πολεμίων, περιάγοντος Αὐγούστου τετάρτην καὶ εἰκοστὴν ἡμέραν ἐξ ὅτου ἐνέστη, πρῶτα μὲν τῶν τοῦ ναυτικοῦ, εἶτα κατὰ συνάφειαν καὶ τοῦ ἱππικοῦ. Καὶ ἦν ἰδεῖν τὴν ἡμέραν τότε οὐκέθ' ἡμέραν, ἀλλὰ νυκτὶ ἐοικυῖαν καὶ οἷον παθαινομένην καὶ σκυθρωπάζουσαν ἐφ' οἷς ἑώρα. Ὁμίχλη γὰρ αὐτὴν βαθεῖα ἐπάχυνεν, ὡσεὶ καὶ ἐκ κονιορτοῦ, ὃν ἢ τυφὼς αἴρει ἢ πόδες ζῴων, ἅπερ ἀριθμὸς μετρεῖ ἀπειροπληθής, ὡς εἶναι εἰπεῖν ὀκνεῖν λάμπειν τὸν ἥλιον οἷς αἱ τῶν ὅπλων ὑπερηύγαζον αὐτὸν λαμπρότητες, παρῳδῆσαι δὲ καὶ ἐκ παλαιᾶς Μούσης «ὀκτωκαίδεκα μὲν πλέεν ἤματα ποντοπορεῦον» τὸ τῆς πόλεως σκάφος, «ἐννεακαιδεκάτῃ δ' ἐφάνη οὔρεα σκιόεντα», δι' ὧν ὁ τῆς ζωῆς ἡμῖν ἥλιος ἀποτειχιζόμενος ἐμέλαινε σκιὰν ἐπικαλύψουσαν ἡμᾶς ψαλμικῶς. Οἱ δὲ χθὲς καὶ πρῴην ἀλαλαγμοὶ καὶ αἱ κατὰ πόλεμον βοαὶ καὶ ὁ ἐντεῦθεν θροῦς οὐκέτ' ἦσαν, ἀλλ' ἀντιστρέψαντα τὸ ψαλμικόν, οὐκ ἦν ἀλαλαγμὸς ἐν τοῖς ἡμῶν πλήθεσιν. Εἶδες δ' ἂν καὶ ὀρνέων πετομένων κενὸν τὸν ἀέρα, οὐκ οἶδ' εἴτε διὰ τὸ τοῦ ἀέρος στυγνὸν εἴτε καὶ ὅτι φρικτὸν ἦν καὶ ἐκείνοις τὸ πρᾶγμα. Ἡμέραι γοῦν ἱκαναὶ καὶ οὐδαμοῦ οὔτε στρουθοὶ οὔτε πέλειαι οὔτε κόρακες, οἳ τῇ καθ' ἡμᾶς πρῴην ἐπεχωρίαζον, οὔτε ἄλλος τις ὄρνις τὸν ἀέρα διενήχοντο, ἀλλ' ἐκτετοπισμένα ἐνέμοντο καὶ ἡμῖν ἄφαντα. Ἀλλὰ τοῦτο μὲν καὶ μετὰ τὴν ἅλωσιν ἐφ' ἱκανόν, οἷα τοῦ δέους καὶ τοῖς ἀλόγοις παραμένοντος. Ἡμέραι γὰρ ὕστερον συχναί, καὶ αἱ μὲν ἄμφοδοι τῆς πόλεως ἔπληθον σπορίμων παντοδαπῶν, οἷς χαίρουσιν οἱ τῶν ὀρνίθων σπερμοφάγοι (τὸ βάρβαρον γὰρ οὐκ ἀνίει ἁρπάζον καὶ κατακενοῦν), ὄρνις δέ ποθεν οὐ κατέβαινε. Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄστυ, ληΐων ὥσπερ ἀναφυέντων συχνῶν καὶ εἰς μῆκος ἐπιδεδωκότων, οὐδὲν ζῷον ποηφάγον ἐκεῖθεν ἐκέρδανέ τι, ἀλλ' εἶχεν αἵρεσιν κόνεως ἐρέπτεσθαι ἤπερ ἐκ τῶν βεβλαστηκότων φαγεῖν, ὡς ἢ πεφαρμαγμένων οἷς τὸ περιέχον μεμίαντο ἢ καὶ ὅτι κατὰ τοὺς ᾠκειωμένους, ὡς λόγος, τῷ πάλαι Διομήδει συνεμίσουν τὸ βάρβαρον καὶ αὐτοί, οἷα μὴ ἐθάδες ἐκείνων. Καὶ τοιοῦτον μὲν καὶ τοῦτο, παραρριφὲν οὐ περιττῶς εἰς συγγραφήν. Ἡ δὲ πόλις, εἰσπηδησάντων τῶν ἀντιμάχων, ἔπασχεν ὅσα φιλεῖ δρᾶν ἄγριος πόλεμος. Καὶ οἱ μὲν ἡμέτεροι, οὐχ ὁ μὲν ὁ δ' οὐ, ἀλλὰ πάντες ἔφευγον ἀμεταστρεπτὶ καθ' ὑπεξαίρεσιν εὐαριθμήτων τινῶν, ὅπερ ἔφαμεν· ἐν οἷς καί τις Βολέας τῶν τῆς ἐκκλησιαστικῆς ξυνοικίας, ὃς ἐγγὺς ἐς τριάκοντα τοὺς μὲν ἀξίνῃ διχάσας, τοὺς δὲ καὶ ἄλλως εἰς τὸ ζῆν ἀχρειώσας, πολλῇ σπουδῇ τῶν

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
