# De capta Thessalonica 110

Eustathius, De capta Thessalonica, Page 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/110

πρὸς βοὴν συχνὰ ἐβαρβάριζε κατά τι κακὸν φροίμιον τῷ μὴ φονεύσαντι ἡμᾶς, παρόντος καὶ ἀγαθοῦ τινος ἀδελφοῦ αὐτῷ, ἐξ οὗ κατὰ τῶν σεπτῶν εἰκόνων τὸν θῆρα ἐμάθομεν μαίνεσθαι. Ὡς δὲ ἡμεῖς ἠρόμεθα τί τὸ αἴτιον τοῦ φονευτέους ἡμᾶς εἶναι, πρῶτα μὲν θυμωθεὶς αὐτὸς εἰς πλέον ἐπέκρινεν ὡς, εἴπερ αὐτὸς τὴν ἀρχὴν ἡμῖν περιέτυχεν, οὐκ ἂν ἄρτι κεφαλὴν εἴχομεν, εἶτα καὶ αἰτιολογήσας τὸν καθ' ἡμῶν θυμόν, ἐπέραινε τὴν αὑτοῦ σοφίαν εἰς τὸ ἀπίστους ἡμᾶς εἶναι Θεῷ, οἷα τῷ Ἀνδρονίκῳ πιστούς. Πρὸς ἅπερ ἡμεῖς ὑπουλευσάμενοι καὶ ποικίλα λαλήσαντες ἢ λαλαγήσαντες πρὸς ἄνδρα μαινόμενον, ἠγαπῶμεν γὰρ ἔχειν κεφαλήν, μόλις ἐξημερώσαμεν τὸν ἀτίθασσον, ὡς καὶ ἀσπάσασθαι ἡμᾶς καὶ εἰς χεῖρα φιλήσαντα οἴχεσθαι. Καὶ οὕτως ἡμεῖς τε νύκτα καταθετικὴν εὕρομεν, τῶν ἐκείνου δᾴδων καὶ λάλων ἀπαλλαγέντες χειλέων, καὶ οἱ συγκατεστρωμένοι αἰχμάλωτοι ἐς Κομνηνοῦ. Καὶ διαγαγόντες ἐκεῖ μετὰ τῶν συναιχμαλώτων ἡμέρας ὀλίγας, καί τι καὶ ἐλεηθέντες εἰς τροφήν, ναὶ δὲ ὑπό τινος τῶν ἐκείνου καὶ εἰς χάλκεα κέρματα, ὧν ἡ δόσις ἡμῖν τηνικαῦτα εἰς θησαυροὺς ἐνεγράφη Κροίσου (καὶ ἐλεήσαι ὁ Θεὸς ἐκεῖνον τὸν ἄνθρωπον), εἶτα καὶ εἰς τοὺς κόντους, εἰπεῖν δὲ συνηθέστερον κόμητας, μισῶ γὰρ τὸ ἀκράτως βάρβαρον, ἐκομίσθημεν. Ἔτι κεφαλαιώσομαι καὶ ὅτι, ἀεθλεύσαντες μακρὰ καὶ ἐκεῖ, μόλις μετὰ καὶ ἑτέρας ἡμέρας μετρίας τῷ τοῦ ἁγίου οἴκῳ ἀποκατέστημεν, καὶ ὅτι εὑρόντες ἐκεῖ φῦλα λατινικά, καὶ ἑτεροίων δὲ ἀνθρώπων γέμοντα ἰδόντες τά τε ἄνω τά τε κάτω, ἐξ ἀνάγκης ἐγενόμεθα τοῦ κατὰ τὸν οἶκον κηπιδίου, καὶ ἐπιδόντες ἑαυτοὺς πεσσουλίῳ τοῦ ἐκεῖσε βραχυτάτου λοετροῦ ἐκείμεθα, χόρτον ἄμικτον ὑποβεβλημένοι, καὶ ὅτι ὀκτὼ μετρήσαντες ἡμέρας, ἐν αἷς ἄρτον ἀκραιφνῆ οὐδὲ εἴδομεν, ἀλλὰ τοῖς ἐκ πιτύρων ἐγκρυφίαις ἐχρεωκοποῦμεν τὸ τῆς γαστρὸς λίχνον, καὶ οἴνου δὲ μηδὲ μύρισμα εὐτυχήσαντες, μετ' αὐτὰς καὶ οἴνου ψευδωνύμου ἠρέμα καὶ ὡς ἀληθῶς κατὰ στράγγα μετέσχομεν καὶ ἄρτου δὲ ζυμίτου καὶ ἄλλων δέ τινων, καὶ ὅτι οὐδὲ τὸ κηπίον εἶχε λιμὴν ἡμῖν γενέσθαι τοῦ λατινικοῦ κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φίλτατα ἡμῖν ἔφυσαν, ἄλλη τοῦτο λύπη τοῖς γε φιλοτοιούτοις· ὅτε δὲ καὶ τὴν ὑποποδιαίαν ἡμῖν ἠχρείουν τράπεζαν, ἀλλ' ἐκεῖνο οὐκ ἔχω φράσαι ὅπως ἂν φέροι τις ἀπαθῶς. Ἐκαθήμεθα μὲν γὰρ ὁμιλαδὸν οἱ πτωχοὶ σύσσιτοι, τοὺς πιτυρίας προβεβλημένοι πρὸς τροφήν, οἱ δὲ ἀπαίδευτοι, ἀφέντες κείρειν τὰ ἐκ τῆς γῆς, οἷς ἔχαιρον ἐμφιλοχωροῦντες ἀεὶ τῷ κήπῳ, ἐσκευάζοντο καθ' ἡ-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
