# De capta Thessalonica 112

Eustathius, De capta Thessalonica, Page 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/112

μῶν· καὶ ἐγγίσαντες, εἶτα στραφέντες καὶ τὰ περὶ τὴν ἕδραν γυμνώσαντες καὶ εἰς ἔκκρισιν ὑφιζήσαντες κατεστοχάζοντο ἐξ ἐναντίας ἡμῶν ἀποκοντοῦν τὰ περιττὰ τῆς γαστρός, ῥυϊσκόμενα καθ' ὕδωρ διὰ τὰς ὀχετηγοὺς σταφυλάς. Καὶ ἐποίουν οὕτω. Καὶ οἱ μὲν μεθ' ἡμῶν βδελυττόμενοι, ὡς ἔδει, τὸ μυσαρόν, διερρήγνυντο θυμῷ καὶ κατηκονῶντο ἀτίμως ἀπαγαγεῖν τούς, εἰ χρὴ ἑλληνικῶς προσρηθῆναι, Ὀζόλας, ἡμεῖς δὲ ἐπείχομεν τοῦ ἔργου, κρίνοντες ὡς οἱ ἁμαρτιῶν βορβόροις ἐγκαλινδούμενοι καὶ τοιούτων ἀποβαίνουσιν ὀδμῶν ἄξιοι. Προσθήσω ταῖς κεφαλαιώσεσι ταύταις καὶ ὡς ἡ ξηρὰ κοίτη, ἐπὶ πλέον παραμείνασα, ὀψέ ποτε ὑπὸ θεοφιλῶν ἐξεθεραπεύθη ἀνδρῶν, ὥσπερ καὶ ἡ γυμνιτεία, ὧν οὐχ ἡμεῖς δαψιλῶς εἴχομεν μόνοι, ἀλλὰ καὶ πάντες οἱ μεθ' ἡμῶν, καὶ ὅτι καὶ ἀπὸ τῶν ἐχθρῶν παρηγάγομέν τι κέρδους, αἱμύλα κωτίλαντες καὶ βαθέα, ὧν οὐκ ἂν ὤκνησέ τις μεμνῆσθαι διὰ τὸ ὑπογλάφυρον, εἴπερ ἦν καιρὸς ἐνταῦθα περιηγηθῆναι καὶ αὐτά. Καὶ ἀφαίρεμα μέν τι τῶν ἐξ ἡμῶν, ἡμίονον θετέον εἰπεῖν ἢ βίβλον μίαν γοῦν ἢ στρῶμα ἢ ἄλλο τι τῶν ἡμετέρων, ἐκσπάσαι τοῦ κατ' αὐτοὺς χάους οὐκ ἔσχομεν, χρυσίνους δὲ πεντήκοντα ἐπορισάμεθα, οὐ πάντῃ φορμίσαντες ἀδώρητα· ὅθεν ἡμῖν ἡσυχαία τις ἀνάστασις τοῦ κατὰ παντελῆ πτωχείαν γέγονε πτώματος, τοῦ Μυροβλύτου καὶ ἀλλοίαν ἐπίρροιαν παντοίαν πλημμύροντος, καθὰ καὶ ἐξ ὠκεανοῦ τινος, ἀφ' οὗ καὶ ἡμεῖς ἐζήσαμεν καὶ τὸ τῆς πόλεως δὲ ἅπαν περιλειπόμενον. Οὐκ ἂν γάρ τις ματαιωθείη καὶ εἰς ἰουδαϊκὴν ἐκκυλισθείη ἀχαριστίαν, ὡς τολμῆσαι προενεγκεῖν τῶν χειλέων ἀκερδὴς ἐκ τοῦ Μυροβλύτου ἀπεκβαίνειν τά τε εἰς τροφὴν καὶ λοιπὰ δέ τινα. Καὶ ταῦτα μὲν ἡμῖν παρεκβεβάσθω συμμέτρως καὶ οὐδὲ πάνυ ἔξω τοῦ δέοντος· οἱ δὲ βάρβαροι πληρώσαντες τὴν πόλιν ὅλην, ἐξ αὐτῶν τῶν ἑῴων πυλῶν ἀρξάμενοι, ἐθέριζον τοὺς καθ' ἡμᾶς καὶ συχνὰ ταῦτα δράγματα ῥίπτοντες σωροὺς ἐστοίβαζον, ἐξ ὧν Ἅιδης φιλεῖ σιτούμενος. Καὶ οἱ μὲν ἐπὶ τῶν ἀμφόδων φεύγοντες ἔπιπτον περὶ αὐτὰς καὶ ἅμα ἐγυμνοῦντο σκυλευόμενοι· καὶ οὕτως αἱ ἀγυιαὶ εἰς οἰκτρὰ ἐσχεδιάζοντο πολυάνδρια, ἡλίου ἐφορῶντος ἃ μὴ ἔπρεπεν. Οἱ δὲ ἐν ταῖς οἰκίαις παρέμενον αὐταῖς εἰς ἀδιεξόδευτον· καὶ οὐκ ἦν εὑρέσθαι οἰκίαν, ἣν οἰκῶν ἄνθρωπος ἠλεήθη, πλὴν εἰ μὴ ἄρα πλῆθος εἶχεν ὁ οἶκος. Ἐκείνου γὰρ οἱ μέν τινες ἔπιπτον ἔσω, οἷς καὶ ἦσαν αἱ οἰκίαι αὐτῶν τάφοι αὐτῶν, παραθεῖναι τὸ ψαλλόμενον, οἱ δὲ διεκχυθέντες εἰς φυγὴν τῇ τοῦ πολέμου τύχῃ ἐπεδίδοντο. Καὶ τέως μὲν ἁπλοῖ ἔκειντο οἱ ῥιπτόμενοι, μικρὸν δὲ ὅσον τῶν πολεμίων ῥαϊσάντων

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
