# De capta Thessalonica 12

Eustathius, De capta Thessalonica, Page 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/12

μὲν ὡς ἐπὶ φυλακῇ ἄνω, κατεφέρετο δ' εὐθὺς ἐκεῖθεν, ὡς ἂν εἴη τὸ ἀγεννὲς αὐτοῦ ἄτοπον καὶ μὴ δοξασθείη πρός τινων ὡς ἄρα ἑάλω μαχόμενος. Ἀνέβης εἰς ὕψος φροῦδος, ὦ οὗτος, τὸ τῆς ἀκροπόλεως· ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἣν καὶ ἐκεῖ τοῖς πολεμίοις προύδωκας. Ἀπεναντίας ταῦτα οἷς ψάλλει Δαυΐδ, οὗ τὴν κλῆσιν φέρων ἠχρείωσας. Καὶ μή μοι νεμεσάτω μηδεὶς ἐνταῦθα, γέροντι μικροψύχῳ, τοιαῦτα καταλέγοντι ἀνδρός, οὗπερ ἡδέως ἂν μέσον ἧπαρ ἔχοιμι ὀδὰξ ἐμφύς, κατὰ τὴν ὁμηρικὴν εἰπεῖν γραῖαν, ἀνθ' ὧν καὶ τηλικαύτης πόλεως κατέλυσε κάρηνα καὶ πολλῶν ἀνδρῶν γούνατ' ἔλυσε. Γένοιτο δὲ μὴ καὶ εἰσέτι λυθῆναι, ὦ θεὲ βασιλεῦ καὶ ὦ θεράπον αὐτοῦ, πολιοῦχε ἡμῶν, μὴ καὶ ἐπεκταθείη εἰς μήκιστον τὸ κακόν. Καὶ οἶδα μὲν συνιστῶν ἐγὼ τὸν ἄνδρα τοῦτον τὰ πρὸ τῆς μάχης καὶ εὐλογῶν ἐν εἰρήνης καιρῷ τὰ ἐκείνου, ὅτε οἱ μὲν κέρδους πρηκτῆρες πολῖται λαλαγοῦντες ἐπέκειντο κατ' αὐτοῦ ἅπερ ἤθελον, ἡμεῖς δὲ ἄλλως, ὡς ἔπρεπεν, ἡρμοττόμεθα. Καὶ αὐτὸς δὲ ἀντιστρέφων τὸ φίλιον ἔφαινεν ὑπὲρ ἡμῶν καὶ βλέμμα καὶ νεῦμα καὶ τὸ ἐν πρακτέοις βάδισμα. Νῦν δ' ἀλλὰ τί καὶ δράσομεν, εὑρηκότες τὸν ἐπαινετέον ἐκεῖνον μεταβαλλόμενον καὶ μηκέτι τόπους εἰς εὐφημίαν ὑποβαλλόμενον; ἢ πάντως ἐνθυμητέον ὡς καινὸν οὐδέν, καθὰ στέργων ἐκεῖνος τὰ πρῴην ἡμᾶς, εἶτα ἐν ὑστέροις οὐκ ἠγάπα ἐλέγχοντας, οἶα μηδὲ σοφὸς αὐτὸς κατὰ τὸν παροιμιαστήν, οὕτω καὶ ἡμᾶς τότε μὲν πρὸς ἐκείνοις εἶναι διὰ τὸ ὅσιον, ὅτι μηδὲ λίαν θρασὺς ἦν κατὰ τοὺς αὐθεκάστους τὰ κοινὰ σίνεσθαι, εἶτα δὴ ὄλεθρον ἐξ ἐκείνου προορωμένους μισεῖν ὡς αἴτιον, ἄρτι δὲ καὶ ὠλοθρευμένους ἐθέλειν καί τι μέγα κακὸν ἐκείνῳ προσβάξασθαι, ἀνδρί, ἄλλως μὲν ἀγαθῷ δόξαντι, οὐ γὰρ σκορακιστέον τὰ πρὸς ἀλήθειαν, οἶς δὲ στρεβλῷ κανόνι συνδιεγράφη, τῷ τοῦ δεσπόζοντος Ἀνδρονίκου, ἀλλ' ἐνταῦθα διεκπεσόντι ἐς ἄκραν φαυλότητα. Οὔτε γὰρ ἀγαπῶν ἦν ἐκεῖνον, ὡς ὑποκαταβαίνοντες παραστησόμεθα, οὔτε αὖ ἀγαπώμενος καὶ οὔτε εἰς γέρως ἔννοιάν τινα καθήκων, ἀλλὰ καὶ ποινὴν προορώμενος, ἅπερ ἡμῖν φανεῖται λυμηνάμενα. Τοῦτό τε οὖν οὕτω ῥητέον καὶ ὅτι οὐκ ἄν ποτε προστήσας τὸ φιλητὸν ἐγὼ κατόπιν θείην τὴν ἀλήθειαν, ἀλλὰ τὰ συμπεσόντα προβαλόμενος εἰς συγγραφήν, ἧς ἀρετὴ τὸ φιλάληθες, οὐκ ἂν τὸ ταύτης ἐπισκιάσας φῶς ἀχρειώσαιμι. Κατὰ γὰρ τὸν ὀρθῶς ἀποφηνάμενον φίλος μὲν ὁ ἀνήρ, φίλτερον δὲ τὸ ἀληθές. Ἔτι δὲ συνθεωρητέον καὶ ὡς ἐγκωμιάζουσι μὲν ἐπιλεκτέον ὅσα χρηστὰ καί που καὶ τὰ φαῦλα μεταχρωστέον δικηγορικώτερον,

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
