# De capta Thessalonica 120

Eustathius, De capta Thessalonica, Page 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/120

Κλαίω δ' ἐνταῦθα ἐγώ, ἀναπολήσας εἰς νοῦν ὡς καὶ ἡμεῖς ἅπαντες οὔτως ἐφεύγομεν, οἷα σφαγῆς πρόβατα, οὔτε ποιμένος προμαχοῦντος οὔτε μὴν μισθωτοῦ. Καὶ μακάριον εἴπερ ἐφεύγομεν διὰ τέλους. Νῦν δὲ ἀλλὰ μικροῦ δέον οἱ πλείους τοῖς τῶν λύκων περιεπίπτομεν στόμασι. Μυρία δὴ ταῦτα πτώματα, καὶ οἷα πόλιν ἀποκενοῦν εὐφοροῦσαν ἦν ὅτε οἰκητόρων ἀγαθῶν. Καὶ μετροῖντο ἂν οἱ οὕτω πολυτρόπως πεσόντες ὑπὲρ χιλιάδας ἑπτά, ὡς οἱ περιελθόντες ἐστοχάσαντο πρὸς δυνατὴν ἀκρίβειαν, σύν γε τοῖς ἐκ Βουλγάρων πεζοῖς καὶ ὅσοι τοῦ στρατιωτικοῦ συνέπεσον. Οἱ δὲ βάρβαροι περιεργασάμενοι ἄλλως εἰς πέντε χιλιάδας ἠρίθμησαν τὸ κακόν, μήτε τοὺς πεπνιγμένους συγκεφαλαιωσάμενοι τούτοις μήτε δηλαδὴ τοὺς ἐπ' οἴκων πεσόντας, ἀλλὰ μόνους ἀριθμῷ δεδωκότες ὅσους αὐτοῖς ἐκθέτους κειμένους ἥλιος ἔφηνεν. Ἐνταῦθα δάκοι ἂν καρδίαν ἀνδρὸς φιλοίκτου καὶ ὅτι τοὺς κειμένους ἔν τε ταῖς ἀμφόδοις καὶ ἐν τῇ ἀκροπόλει ἀλόγοις ζῴοις ἀναμιγνύντες κατέκαιον οἱ ἐχθροί, τὸ μισάνθρωπον ὀψὲ καὶ τοῦτο δράσαντες. Τὰ πρῶτα γὰρ ὑφ' ἡμῶν παρακαλούμενοι καταχῶσαι τοὺς νεκρούς, μὴ καὶ θέα δυσπρόσωπος ἔκκεινται καὶ ἀποφορὰς δὲ νοσερὰς ἀτμίσωσιν, ἐθάδες τοιούτων αὐτοὶ ἔφασαν εἶναι καὶ χαίρειν τοιαύταις θέαις τε καὶ ὀδμαῖς. Οἱ μὲν δὴ πολλοὶ φόνοι καὶ αἱ σφοδραὶ ἁρπαγαὶ καὶ τὰ πλείω κακὰ δοκοῖεν ἂν λῆξαι μετὰ μεσημβρίαν τῆς ἡμέρας, καθ' ἣν ἡ ἅλωσις, ἐξ ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις φράσαι, ὡς μηδέν τι ἐλλεῖψαι· ὅσα δέ ἐστιν ἐπιλέξασθαι, αὐχήσωμεν ἂν καὶ αὐτοὶ ἱκανοὶ ἔσεσθαι ἀπογράψασθαι. Πάντες οἱ ἔξω ἱππόται καὶ οἱ ναύαρχοι δέ, ἀκολούθως δὲ καὶ οἱ ἀμφ' αὐτούς, ἀνακαθήραντες ἤδη τὰ σφίσι φοβερὰ καὶ μισήσαντες εἰς πλέον αἰθριοκοιτεῖν, ἔπλησαν ἀδεῶς τὰς οἰκήσεις τῆς πόλεως, τὰς μὲν μείζους κατὰ κεφαλὰς καὶ ὅσοι περὶ αὐτάς, τὰς δὲ ἐλάττους κατά τινας ἴλας ἑτέρας, ὅσαις ἦν σύμμετρον τὸ κατάλυμα. Καὶ τὸ ἐντεῦθεν αὐτοὶ μὲν ἦσαν οἴκων εἴσω, τὸ δὲ πολιτικὸν ἅπαν σύστημα ἐπλάζετο, ἐν οἷς καὶ ἡμεῖς. Καὶ τὸ μὲν βάρβαρον ἐνέμετο τὰς ἐπ' οἴκων ἐνθέσεις, οἱ δὲ οἰκοδεσπόται ἀπελήλαντο καὶ περιενόστουν ὧδε κἀκεῖ πεινῶντες, διψῶντες, ῥιγοῦντες, ὅτι καὶ γυμνοί. Καὶ εἴθε μὲν γυμνοί, ὡς ἄν που καὶ ἐλεοῖντο ἐκ τῶν γυμνωσάντων· νῦν δὲ σοφιζόμενοι τὴν ἔνδυσιν διὰ τὸ ἄλλως κατ' ὄψιν αἰσχρὸν οὐκ εἶχον ἔλεον, οἷα τῆς ἀνάγκης ἑκάστῳ, εἰ καὶ ἄναλλον, ἀλλ' οὖν τινὰ στολὴν ἀφοσιούσης, ὁποίαν ἰδὼν ὁ μὲν ἔξω πένθους γελάσοι ἂν διὰ τὸ

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
