# De capta Thessalonica 124

Eustathius, De capta Thessalonica, Page 124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/124

Καὶ ἦσαν οἱ πάντες ἐκ τῶν τοιούτων στολισμάτων, ὧν πολλοῖς ἐνέλαμπον ὡς οἷά τινες πορφύρεοι λίθοι πληγαὶ πορφύρουσαι τῷ ἐξ αἵματος λύθρῳ, θέαμα καὶ δυσπρόσοπτον καὶ δυσείκαστον, τὸ μὲν οἷς ἐκ νερτέρων ἥκειν ἐδόκουν σκιαί τινες ἀΐσσουσαι, τὸ δ' ὅτι τοὺς κατὰ φύσιν χαρακτῆρας οὐκέτ' εἶχον διὰ τὸ ἔνδον που ἀναχωρῆσαι ἢ καὶ τέλεον ἐκλιπεῖν τὸν φίλιον χυμόν, δι' οὗπερ ἐξανθεῖ τὸ ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς καὶ διάφορον κατ' οὐδέν. Ἰτέον ἐπὶ τὰς ἐκκλησίας καὶ θεωρητέον τοὺς τοιούτους καὶ ἐκεῖ καὶ ἐρωτητέον τίς ἄρα ἐν τούτοις ὁ πλούσιος ἢ πένης, καὶ ὅσα τοιαῦτα. Ἀλλὰ τίς μὲν ἱερᾶται; τίς δὲ ἐπὶ τοῦ ἀναγινώσκειν ἐστί; τίς δὲ τοῦ λαοῦ εἶναι εἴληχε; Πάντες γὰρ εἶδος ἓν καὶ μορφὴ ἡ αὐτή· κἂν εἰ μή τις ἀποκριθεὶς τῶν ἄλλων τὸ ἱερὸν εἰσέλθοι βῆμα, στησόμενος εἰς εὐχάς, καί τις ἄλλος εἰς τὸν ἱερὸν ἀνέλθοι ὀκρίβαντα ψαλμοῦ χάριν, οὐκ ἦν διάκρισις τούτων τε καὶ τῶν τοῦ λαοῦ. Εἶχον δέ τι πάντες οὗτοι σεμνόν, εἰ καὶ ἄλλως λυπηρόν· λελυμένοι γὰρ ἐκ τῶν ποδῶν πάντες τὰ ὑποδήματα τῶν τοῦ ἁγίου οἴκου κρηπίδων ἐγίνοντο. Σκοπητέον καὶ τὰς ἑκάστων τροφὰς καὶ γνωστέον ὡς ἐκ τῶν συμφυλετῶν μὲν οὐκ ἦν ὅ, τι καὶ λάβοιεν, πάντων ἐξ ἴσου πεινώντων, τῶν δὲ Λατίνων ὀλίγοι μέν τινες ἐχορήγουν ὀβολοὺς τοὺς παρὰ σφίσιν, ὅθεν ἦν γλίσχρως ἀποζῆν, οἱ δὲ πλείους διάβολον ἐπικαλοῦντες τὸν ἐπαιτοῦντα, τοῦτο δὴ τὸ παρ' αὐτοῖς εὐχορήγητον, ὕβρεις ἐδίδουν ὡσεὶ καὶ ψωμόν, καὶ κόνδυλον ὄψον ἐπ' αὐταῖς. Καὶ ὁ ἔλεος μὲν οὕτως ἦν δυσεύρετος, δίχα γε τῶν ἐκ τοῦ Μυροβλύτου, ὅς, καθὰ καὶ προσυγγέγραπται, πάντας τοὺς πολίτας ἔθρεψεν εἰς ὅσον ἐχρῆν. Εἰ δέ τις καὶ εὐπορηκώς ποθεν ἐθέλοι τιμήματος πορίσασθαι τὸ τρέφον, βαβαὶ τῆς βαρβαρικῆς ἀπανθρωπίας. Ἰουδαίῳ μὲν γὰρ καὶ Ἀρμενίῳ, οὓς ἡ ἀγχιτέρμων Κρανία καὶ ὁ Ζεμενίκος φέρβουσιν, ἐπεμέτρει ἐς ὅσον τε καθῆκον ἦν καί τι καὶ εἰς ὑπέρμετρον, ἑαλωκότι δὲ πολίτῃ ἐλάχιστον, εἴ που καὶ ἐπιστραφείη αὐτοῦ. Ἀρτίδιον γοῦν περιηγμένον ὡς εἰς κρίκον, ὅσον ἂν ἀντίχειρ καὶ λιχανὸς διαγράψαιεν, τριῶν χαλκῶν στατήρων ἀπεδίδου τῷ ἐλεεινῷ πολίτῃ, μόλις ὀβολοῦ ἀξιούμενον. Ἀλλ' ἅμα ὑπεκρουσάμην Ἀρμενίους καὶ ζέσιν ἔπαθον περικάρδιον, ἐννοησάμενος ὁποῖα κακὰ καὶ αὐτοὺς ὁ βάσκανος δαίμων ἡμῖν προσέθετο, ἔξω μὲν πρὸ τῆς ἁλώσεως ἓν ὄντας τοῖς πολεμίοις καὶ θερμοτέρους ἐκείνων εἰς τὰ καθ' ἡμῶν ἀποδεικνυμένους κακὰ ἐν ἐφόδοις, ἐν λόχοις, ἐν προόδοις ταῖς εἰς λείαν, ἐν μηχαναῖς, ἐν ἐκφάνσεσι τῶν λανθανόντων, ἔσω δὲ δεσπό-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
