# De capta Thessalonica 130

Eustathius, De capta Thessalonica, Page 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/130

ὑπολαληθεῖσαν, οἳ μὴ χωρητὸν αὐτοῖς καὶ ἡμῖν τὸν κόσμον εἶναι κρίνουσι· συναντῶντες γοῦν κατέπτυον, ὤθουν, ἐσκέλιζον, κατέβρεχον ὕβρεις. Συχνὸν ἦν αὐτοῖς ὡς εἰς ἐπῳδὸν τὸ «ἐλθὲ Καλοϊωάννης», μυκτὴρ οὗτος, ὡς ἡμῶν ἐν τῇ πολιορκίᾳ γαυρουμένων μικρὸν ὅσον τὸν βασιλέα Ἰωάννην ἐλθεῖν ἡμῖν ἐπίκουρον. Εἰ δέ τις τῶν συναιχμαλώτων πεζῇ τὴν λεωφόρον τρίβοι (τίς δὲ οὐ τοιοῦτος τότε, ὅτε καὶ ἡμεῖς ἐπάσχομεν οὕτω, κατάκοποι καὶ τὰ σκέλη παράφοροι καὶ τεταραγμένοι καὶ σεσαλευμένοι κατὰ μεθύοντας;), εἰ τοίνυν οὕτω τις περὶ στενωπὸν ὁδεύοι καὶ τύχοι Λατῖνον παρέρχεσθαι ἔφιππον, οὐκ ἂν ἐκεῖνος φείσαιτο καταπατῆσαι καὶ συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι εἰς δικαίωσιν τοῦ κακουργεῖν τὸ ἀπὸ σπάθης ἡμᾶς ἑλεῖν, οὐκ ἀνθρώπινα λαλοῦντες, ἀλλ' ὡσεὶ καὶ λέων ἄγραν ἑλὼν ἐθέλει διασπᾶν αὐτήν, οὐχ ὅτι πεινῴη καὶ ποθοίη σάρκας, ἀλλὰ δικαίῳ τοῦ συσχεῖν αὐτὴν ὄνυξιν. Οὐκ ἦν ἐπὶ τούτοις οὐδὲ ὑποστένειν ἡμᾶς, οὔκουν οὐδὲ κατ' ὄψιν σκυθρωπάζειν, ἃ δὴ τοῖς ἐν κλύδωνι συμφορῶν ἀνεῖται πρὸς ἐκβολὴν τοῦ κατὰ ψυχὴν ἄχθους. Πολὺ γὰρ αὐτοῖς ἐνταῦθα τὸ «διάβολε, τὶ στενάζεις;». Ἐβούλοντο γὰρ ἀναισθητεῖν ἡμᾶς καὶ φρενοβλαβεῖν, ὡς καὶ χαίρειν ἐφ' οἷς κακῶς ἐπάσχομεν. Εἰ δέ πῃ ξυμπεσὸν ὧδε γελᾶν εἴτε μειδιᾶν ἐπέλθοι τινί, χολὴ καὶ τοῦτο δριμεῖα τῷ κατιδόντι Λατίνῳ. Ἐνόμιζε γάρ, ὡς ἔοικεν, ἢ καταγελᾶν ἡμᾶς τῶν λατινικῶν πράξεων ἢ ἀγαθὰ καραδοκοῦντας ὁ χαιρέκακος εἴτε καὶ πεπονθότας ἀγαλλιᾶσθαι, ὃ τοῖς ἐχθροῖς ἀπενέφαινε. Καὶ τοίνυν δακτύλους εἰς γρόνθον ἔπτυσσον καὶ τὴν χεῖρα γογγυλίζοντες ἐρρύθμιζον πὺξ πλήττειν, «τί γελᾷς, ὦ διάβολε» βατταρίζοντες, καὶ οὕτω τὴν αἰθρίαν τοῦ μειδιάματος εἰς νέφος δακρυόεν μετέστρεφον ἤ, καὶ ἑτέρως εἰπεῖν, τὸν γελῶντα Δημόκριτον εἰς Ἡράκλειτον μετεποίουν δακρύοντα. Ἀνεψηλαφῶντο παρ' αὐτῶν καὶ τὰ τῶν παροδευόντων προκόλπια καὶ ἐξεκενοῦντο, εἴ τί που καὶ ἔφερον χρηματισμοῦ, εἰ καὶ βραχύ τι ἐκεῖνο ἦν. Περιειργάζοντο καὶ μηρούς, μή που μαχαίρας παρήρτηνται. Καὶ εἴ που εὑρεθείη ἐγχειρίδιον ὁποιονοῦν, αἱ μὲν κόρσαι τοῦ φέροντος εἶχον πληγάς, ὁ δὲ Λατῖνος τὴν μάχαιραν. Ἔδει καὶ διερρηγμένα πάντας ἡμᾶς περιδεδύσθαι· εἰ γάρ τις ἱματίζετο εἰς ἀκέραιον, ἀνεθεματίζετο παρ' αὐτοῖς ὁ μὴ λωποδυτήσας τὸν ἄνθρωπον. Ὅτε δὲ τἆλλα παρήσουσιν, ἐπεβούλευον ταῖς ἑκάστων κεφαλαῖς, ἐπίσης μισοῦντες τούς τε ἀκειρεκόμας, τούς τε βαθυπώγωνας. Καὶ οὐκ ἦν ἰδεῖν

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
