# De capta Thessalonica 132

Eustathius, De capta Thessalonica, Page 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/132

ἄνδρα εἴτε καὶ παῖδα τύχης τῆς οἱασοῦν μὴ κουρίαν κατὰ κύκλον, ὁποία τις οἶμαι καὶ ἡ παροιμιαζομένη ἑκτόρειος κουρά, εἴτ' οὖν ἡ κατὰ Θησέα τὰ πρόσθια· ὡς τό γε ἀντίθετον βαθεῖαι ἦσαν αἱ πάλαι κόμαι κατὰ τοὺς Ἄβαντας καὶ οὐ κατὰ τοὺς Λατίνους τούτους, κύκλωθι τροχαλαὶ καί, ὡς [εἰς] εἰπεῖν, ἀκρόκομοι. Καὶ ὑπούργει πρὸς ταῦτα τοῖς τῶν τριχῶν ἐπιστρόφοις Λατίνοις πῇ μὲν ξυρός, πῇ δὲ μάχαιρα, τοῖς δὲ θερμοτέροις καὶ ξίφος· καὶ αὐτίκα καὶ ὁ πώγων ἠλαφρύνετο τῷ οὕτω κειραμένῳ ἀνδρί. Καὶ ἦν πάντῃ σπάνιον ἰδεῖν ἄνδρα Ῥωμαῖον ἄρτιον τὴν κεφαλήν. Εἶχον γὰρ ἀνάπαλιν τῷ «θρὶξ ἐκ τῆς κεφαλῆς ἡμῶν οὐ μὴ ἀπόληται». Ἡ γὰρ πολλὴ ἁμαρτία, δι' ἣν καὶ πρωῒ πεποινηλατήμεθα, κατὰ τὸν αὐχήσαντα τὰ εἰς τὰς πρωΐας ἀποκτένειν τοὺς ἁμαρτωλοὺς τῆς γῆς καὶ ἐξολοθρεύειν ἐκ πόλεως κυρίου τοὺς ἐργαζομένους τὸ ἄνομον, μέχρι καὶ ἐς αὐτὰς τρίχας τὸ κακὸν ἡμῖν ἐκορύφωσεν, ἵνα εἰς τὸ πᾶν ῥιγῶμεν ἐψιλωμένοι καὶ τὰς κεφαλάς. Κἂν εἴ που διεκπέφευγέ τινι πώγων καὶ ἦν καθιέμενος κοσμίως, ὡς εἶχε φύσεως, ἁπτόμενοι τούτου οἱ φαῦλοι κουρεῖς τῇ ἑτέρᾳ χειρί, θατέρᾳ δὲ τῶν κατὰ κεφαλὴν τριχῶν, ταῦτα μὲν εἶναι καλὰ ἔλεγον, ἐκεῖνα δὲ κακά, τὰ τοῦ πώγωνος, ἀστεϊζόμενοι ἐν οὐ παικτοῖς. Στέργοντες δὲ οὕτω τὴν ἐπὶ τοιούτοις πρὸς αὑτοὺς ἡμετέραν ἐξομοίωσιν, τὸ συζῆν αὐτοῖς ὅμως ἀπέστεργον· διόπερ οὐδὲ συμβιοτεύειν ἡμῖν ᾑροῦντο. Ἀλλ' ὅτε τις τῶν οἰκοδεσποτούντων ὧδε καὶ ἐκεῖ πλαζόμενος ἀναπολήσει τὴν οἰκίαν εἰς νοῦν καὶ φαντάσεται τὰ ἑαυτοῦ καὶ ἐπιθυμήσει παρελθεῖν ἐκεῖ καὶ ἐγγίσει καὶ παρακύψει ἐντὸς καὶ ἐρωτηθείη τίς ὢν οὕτω ποιεῖ καὶ ἐξείπῃ αὐτὸς τοῦ οἴκου κύριός ποτε εἶναι, παρελαμβάνετο μὲν ἡδέως καὶ ὑπανεχόμενος ὡς ἐπὶ τιμῇ ἔβαινεν ἁβρὸς ἔσω καὶ εἶχεν ἀσπασμὸν καὶ προεδρίαν καὶ βρῶσιν καὶ τὸ πιεῖν, τὰ δ' ἐπὶ τούτοις τῷ ἀνδρὶ ἐκ τῶν βαρβάρων δεξιώματα θανατηρά· κρεμάθραι γὰρ καὶ αἰκισμοὶ καὶ ἐξ ἀχύρων καπνοὶ καὶ ἕτερα καινότροπα κακὰ ἐπὶ χρημάτων ἐκφάνσει καὶ δόσει. Ὧν διδομένων πάλιν κύκλος ἐν τοῖς αὐτοῖς· ἀναρτήσεις γὰρ τοῦ ἀθλίου καὶ καταφοραὶ βαρεῖαι πληγῶν, ἕως ἂν ἢ ἐμπλησθῶσι τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή. Τῶν τινας δὲ οὕτω πασχόντων καὶ ἄλλως τοῦ ζῆν μετέστησαν οἱ αἰκιζόμενοι, δείσαντες μὴ πολὺν θησαυρὸν ἐκ τοῦ κολαζομένου ἐξευρηκότες ἀφαιρεθῶσι πρὸς τῶν κομήτων τὸ εὑρημένον, καθὰ συνέκειτο. Κωνσταντῖνος γοῦν τις, ᾧ ἐπίκλην Κεκαλεσμένος, ἀνὴρ ἀγαθὸς καὶ πλήθων τὰς χεῖρας, φαντασάμενος τὰ οἰκεῖα, οἷς τὴν καρ-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
