# De capta Thessalonica 14

Eustathius, De capta Thessalonica, Page 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/14

συγγραφομένοις δὲ μὴ οὕτως, ἀλλὰ διαχειριστέον τοὺς λόγους, ὡς τὸ ὑπὲρ ἑκάστων ἀληθὲς ἀπαιτεῖ· ἔνθα οὐ καιρὸς ἐπιλέγεσθαι τὰ πρὸς εὐλογίαν ἐγκωμίου νόμῳ, ἀλλὰ σπεύδειν πολυωρεῖν εἰς μνήμην τῶν ἐπιόντων αὐτὸ ἕκαστον, ὧνπερ ὁ χρόνος τρέχων παρέρριψεν. Εἰ δὲ φθάσας ὁ ἡμέτερος οὗτος Δαυῒδ ἀγαθύνων ἦν τὸ τοῦ θεοῦ λάχος, ἀκουέσθω μὲν ἰδοὺ καὶ τοῦτο, συνακουέσθω δὲ καὶ ὅτι ἐξώλεσε, μικρὰ μὲν ἡδύνας, πικράνας δὲ μέγιστα, οἷς, περιποιησάμενός τι χρηματιδίου τούτοις ἢ ἐκείνοις, τέλος ἐζημίωσε τοὺς ἅπαντας μὲν εἰς πάντα τὰ αὐτοῖς ὄντα, μυρίους δὲ καὶ εἰς ζωήν. Καὶ μή τις ὑποφερέτω νῦν ἀναφρονεῖν με καὶ ὑστέρῳ χρόνῳ ἐπιμυθικῶς αἰσθέσθαι οἷος ὁ Δαυῒδ ἀπέβη, ἐπειδὰν δηλαδὴ ἐδικαιώθη πεμφθῆναι τῷ Σικελῷ σύν γε τῷ Μαυροζώμῃ πρωτόλειον καὶ τῆς ἡμῶν ἀπωλείας ἀκροθίνιον. Ὃν ὤφειλον Ἅρπυιαι φθάσασαι οὕτω πως διαθέσθαι πρὶν ἢ καὶ ἐξαπολέσαι ἡμᾶς. Οὐ γὰρ ἄρτι ἐς νοῦν ἐγὼ ἐστράφην, ἀλλὰ τὸν ὅλον τῆς ἐπὶ πολέμῳ στρατηγίας αὐτοῦ χρόνον ἡμᾶς μὲν ἔθλιβον οἱ ἐχθροί, ἐγὼ δὲ ἐκεῖνον ἐλέγχων, ἐξονειδίζων, ἐκφαίνων τὰ ὡς ἑκάστοτε σφάλματα, λαλῶν, εἰ καὶ εἰς ἀνήνυτον, ἅπερ ἤκουεν ἂν καὶ ἐξ ἄλλων, εἴπερ ἐπαρρησιάζοντο καὶ μὴ τὸ τῆς πόλεως κακοτυχὲς ἔκλειεν αὐτοῖς τὰ στόματα. Δέδεικταί μοι ἀρκούντως, οἶμαι, ὡς οὐδέν τι καινοπραγῶ κακολογῶν ἀλλοφρονήσαντα τὸν Δαυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν ἄλλοις ἐθαύμασα, φράσας ἐπιλέγδην ὅ τι τῶν κρειττόνων ἐκείνῳ ἐνέλαμπεν. Οὐ γάρ τι κατὰ τοὺς φαύλους τῶν σοφιστῶν ἀναγράφω ἀντίφωνα. Πρὸς δὲ συγγραφικὴν ταύτην ἱστορίαν οὐκ ἔχω κρύπτειν ὅσα τοῖς ἄρτι πρὸς εἱρμὸν συμβαίνουσιν, ὡς ἥ γε λοιπὴ ῥητορεία, ἡ πρὸς ψιλὸν ἔπαινον, δοκεῖ κατὰ τὴν σοφὴν καὶ αὐτὴ μέλισσαν οὐ μόνον ἐξ ἀνθέων γλυκέων καὶ λοιπῆς χρησιμότητος ἑαυτῇ συγκροτεῖν τὸ μυρέψημα τοῦ γλυκάσματος ἀλλά που καὶ ἐκ μὴ τοιούτων. Καὶ γάρ τοι καὶ ἐκ περιττωμάτων οὐκ εὐαποφόρων ἐκείνη τιθαιβώσσει, ἐκλεγομένη τὰ συντείνοντα, καθὰ παρατετηρηκότες οἱ δεξιοὶ σιμβλοποιεῖν οἴδασι· καί τι συναγείρει κἀκεῖθεν, εἰς ὅσον τὰ κηρία στύφεσθαι καὶ συνέχεσθαι· ὁποῖα δή τινα μελίτταις Ἑρμοῦ ὑποκείμενα καὶ ὁ Δαυῒδ εἰχέτην καὶ ὁ Ἀνδρόνικος, καὶ μάλιστα ὁ Ἀνδρόνικος, παντοδαπὸς ἐκεῖνος ἄνθρωπος καὶ παμποίκιλος, καὶ τοῦτο οὐ χαμαιλέοντος δίκην

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
