# De capta Thessalonica 142

Eustathius, De capta Thessalonica, Page 142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/142

παρεισκυκλήσας καὶ προφητικά, ἀληθιζόμενοι μέν, ἀφιέμενοι δὲ λαλεῖν εἰς ἀνήκοον. Ἔδειξέ τι τέρας τότε οὐκ αἴσιον καὶ ἡ πάναγνος Θεομήτωρ, ἡ παρ' ἡμῖν τοῦ ὁδηγεῖν ἐπώνυμος, δεικνῦσα ὡς ἀποστέργει τὰ καθ' ἡμᾶς καὶ οὐκ ἐθέλει μεθ' ἡμῶν εἶναι. Προοδεύουσα γάρ ποτε τότε καθ' ἡμέραν, ἣ τὸ κῦρος ἔχει τοῦ τοιούτου καλοῦ, καὶ περιελθοῦσα ἔνθα τῆς πόλεως ἡ ἀδελφότης ἤθελε καὶ ἀποκαθισταμένη αὖθις εἰς τὸν οἶκον αὑτῆς καὶ ταῖς εἰσόδοις ἐγγίσασα, οὕτως ὤκνει τὴν εἴσοδον, ὡς ἀνὰ πόδα χωρεῖν κραταιῶς βιάζεσθαι τὸν αὐτὴν φέροντα καὶ ἐνιστάμενον βαρύνεσθαι ὅτι μάλα καὶ πρὸς τῷ καταπίπτειν γίνεσθαι, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ ἄλλους, ὅσοι συνεπιλάβοιντο. Καὶ ἦν μὲν τὴν ἀρχὴν ὁ ἐκείνην ἀνέχων ὕποπτος, ὡς οἴκοθεν τοιαῦτα τεχνώμενος, ὁποῖα πολλοὶ τερθρεύονται· ὡς δὲ καὶ ἱεροὶ ἄνδρες, ἀγαθοὶ τὸ ἦθος καὶ οἶοι μὴ παλαμᾶσθαι τὰ μὴ δέοντα, συνήραντο ἐγκρατῶς καὶ πάντες ἐλάττους ἦσαν τῆς τοῦ ἱεροῦ σίγνου ἰσχύος καὶ οὐκ ἐπείθετο εἰσελθεῖν, ἀλλ' ἦν, ὡς εἰπεῖν, ἀφόρητον, ὑπέρχεται φόβος ἅπαντας, ὅσον ἐχρῆν παθεῖν, ἐχέφρονας, καὶ ἀναπρήσαντες δάκρυα ὕψωσαν κλαυθμὸν καὶ φωνὰς ἐπῆραν πρὸς τὸν ὕψιστον υἱὸν τῆς πανάγνου μητρὸς καὶ οὐκ ἐνέδωκαν, ἕως τοῦ σημείου ἤδη διαδειχθέντος, εἶτα μόνος ὁ βαστάζων ἀβάρυντος καὶ ἀπαραπόδιστος ἤγαγε τὸ ἅγιον μόρφωμα ἔνθα ἵδρυται. Καὶ ἐδόκει μὲν καὶ τοῦτο τοῖς γενναίοις φρονεῖν ἐλαφρόν, ἡμεῖς δὲ οἱ ἀσθενεῖς ἐβαρυνόμεθα, ὑπονοοῦντες ὅπου νεύει τὰ τοῦ πράγματος. Ἀπεκρίναντο καὶ τὰ ἱερὰ λόγια ἐξ ἐρωτήσεως τὰς ἀποβάσεις τῶν ἐν τῷ μέλλοντι, τὴν ἅλωσιν, τὴν ἡμέραν αὐτῆς, τὸ κατακοπήσεσθαι ἡμᾶς. Ὢ προφητικῆς εὐκρινείας ἐκείνης, ὢ ἀνεπικρύπτου ἀποφάσεως καὶ μὴ ἐπισυρομένης λόξωσιν. Καὶ ἡμεῖς ἐκωφεύομεν. Ἦν τηνικαῦτα καιρός, παρὰ τὰ τελευταῖα τῆς ἁλώσεως, καὶ περικοπὰς εὐαγγελικὰς ἐπ' ἐκκλησίας ἐκφωνεῖσθαι, δι' ὧν τὰ τῆς Σιὼν στηλογραφοῦνται κακά. Καὶ οἱ ἔσω φρενῶν ἱερολογίαν κατὰ τῆς πόλεως ὑπενόουν αὐτά. Ἔδοξε τῷ ἀρχηγῷ τηνικαῦτα, οἷα τῶν στρατηγικῶν ἀπεγνωκότι, διατάττεσθαι τὰ καθ' ἡμᾶς καὶ διεγείρειν ὡς οἷον ἀπονυστάζοντας, ἵνα φαίνοιτο τοῖς μὴ συνιεῖσι διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδει προτρέπειν εὔχεσθαι ὅπερ ἐκεῖνος ἀπηύχετο, τὴν σωτηρίαν τῆς πόλεως; Ἦν δέ οἱ ἐπίνοια ὁσιοῦσθαι τὸ εὐσεβεῖν καὶ ἐπικρύπτειν τὴν

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
