# De capta Thessalonica 150

Eustathius, De capta Thessalonica, Page 150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/150

βήν. Συναριθμουμένων δέ γε καὶ τῶν ἐν πολέμῳ πεπτωκότων, εἴχομεν παραμυθίαν πλείονα. Ὁ αὐτὸς γάρ, αἰτιώμενος ἄλογον ἀντιστασίαν ἡμῶν καὶ ζημίαν ἐντεῦθεν τοῦ ῥηγός, ἐξετραγῴδησεν ὑπὲρ τρισχιλίους πεσεῖν ὑπὸ τῶν ἐκ τοῦ τείχους ἔξω καταπεμπομένων βελῶν, δίχα γε τῶν ἐν προνομαῖς πιπτόντων ἢ καὶ ἄλλως, ὡς ὁ τοῦ πολέμου κύβος ἔρριπτε καὶ ὁ τῆς δίκης τροχὸς κατεκύλιεν εὔστροφα περιφερόμενος. Πολλοὺς δὲ καὶ λιμὸς ἀπῆγεν· ἐστενοχωρεῖτο γὰρ καὶ σφίσι τὰ ἀναγκαῖα. Καὶ οὕτως ἡμῖν ἐπεσταλάττετο νέκταρ παραμυθίας τῇ ὑποκαταβάσει τῆς πολεμίου στρατιᾶς, ἣν οἱ δεξιῶς φιλιωθέντες ἡμῖν Λατῖνοι, πολλοὺς γὰρ ὑπηγόμεθα πραγματευόμενοι τὰ ἐκ Θεοῦ, ἐξεκάλυπτον ὑπὲρ ὀγδοήκοντα χιλιάδας πεζῇ ἐπελθεῖν, ὧν χίλιοι μὲν πεντάκις φερέγγυοι ἐμαρτυροῦντο ἱππόται εἶναι πεντήκοντα χιλιάσι ῥωμαϊκαῖς ἐναντίαι κατὰ τὴν ἐκείνων δόξαν ἀντιδραμεῖν, τῶν δὲ λοιπῶν οἱ μὲν ἱπποτοξόται ἦσαν, οἱ δὲ ψιλῆται καὶ ἄλλως δὲ μεθ' ὅπλων χρήσιμοι. Συνεπλήρουν δὲ τὸν πολὺν ἐν αὐτοῖς ἀριθμὸν καὶ ἄνδρες, φασί, τοῦ ῥιζίκου, μήτε διάρια λαχόντες ἐκεῖνοι ἐκ τοῦ ῥηγὸς μήθ' ὑπόσχεσιν, ἐπακολουθήσαντες δὲ τῷ λοιπῷ στρατῷ, εἴ πως τῶν ἔργων συναιρόμενοι τὰ ἐκ τύχης εὕροιεν ἀγαθά. Καὶ τοσοῦτοι μὲν τὸ πεζόν, τὸ δὲ ναυτικόν, ἀλλ' αὐτοὶ δῆλοι κατ' ἀριθμὸν τὸν ὑπὲρ διακοσίας νεῶν, σύν γε τοῖς πειραταῖς, οἳ καὶ αὐτοὶ μηδὲν ῥηγικὸν ἔχοντες τύχης δώροις ἐπέτρεψαν ἑαυτούς· ὑφ' ὧν, κατὰ γῆν τε καὶ θάλασσαν πιεσάντων ἡμᾶς, ἐξεθλίβημεν τῆς ζωῆς καὶ οἱ μὲν θανάτῳ κατεσπάσθημεν, οἱ δέ, τοῦ Ἅιδου τὸ στόμα συγκλείσαντος οἷς, οἶμαι, κεκόρεστο, ἡμιθνῆτες ἐμείναμεν. Ἀλλ' ἐνταῦθα παρεκβεβηκότες καθ' ἱστορίας ἀνάγκην, ἀναδραμούμεθα πρὸς μικρὸν αὖθις ἐκφῆναι τὸ καὶ πτωχικὸν καὶ ὑπόπαχυ τῶν κατακλυσμοῦ δίκην παρασυράντων τὰ πολιτικά· οἳ τὰ μὲν τίμια εὐήθως καὶ ὡς οἷα βρεφικῶς ἀπεδίδοντο οὗ ἄν τις αὐτοῖς χειρίσειε, τῶν δὲ λοιπῶν οὐδὲν ἢ βραχύ τι παντελῶς ἀνθίστων τίμημα, καὶ μάλιστα τῶν ὅσα ἐξοπλίζει χειρομάχαν πληθύν. Ἀλλ' εἶχον αὐτὰ εἰς χύμα προκείμενα αἱ λεωφόροι, τὰ ἐλαιώδη εὐώδη, τὰ στακτὰ εὔοδμα, τὰ ξηρά, τὰ κατὰ νόσων, τὰ πρὸς τρυφήν, τὰ πρὸς βαφήν, τἆλλα οἷς διοικονομεῖται βίος καθάρειος. Ξύλον γοῦν εὔοδμον εὑρεῖν, ἐκπελέκημά τι αὐτοῖς ἦν ἰδεῖν, ἡ εὐγενὴς ἀσταφὶς ἄνθρακος ἐσβεσμένου τμῆμα ἐφάνταζεν ἐκείνοις, τὸ ῥόδεον στάγμα εἰς ὕδωρ ἀχρεῖον ἐτάσσετο, καὶ τὰ ἄλλα ὧδέ πη παρενοοῦντο, ἵνα μὴ διασκευάζων εἰς πλέον θηριώδη ἀγροι-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
