# De capta Thessalonica 154

Eustathius, De capta Thessalonica, Page 154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/154

Πρῶτος οὖν ἐγὼ πρὸ ὀφθαλμῶν ἱσταμένους τοὺς τῶν ἐμῶν κακιῶν ἐλέγχους ἀναθεωρῶ καὶ ποτνιῶμαι θεοκλυτῶν περὶ ἐλέους Θεοῦ καί πως ἐκ τοῦ δικαίου ἔφεσιν πρὸς τὸ φιλάνθρωπον τίθεμαι, μὴ ἔχων ὑφίστασθαι, εἴπερ ἀνομίας παρατηρεῖ κύριος. Μεταβλητέον οὖν ὅσον τάχος. Οὐκέτι γὰρ οἱ πλείους, ὡς βλέπω, μεταβολὴν τὴν χρηστοτέραν ἠλλάγμεθα. Μενοῦνγε φιλοτιμούμεθα καὶ αὐτοὶ λέγειν «ἰδοὺ καὶ πάλιν ἡμεῖς· τίς ἡμῶν κύριός ἐστιν;» ὡς μηδενὸς ἡμῖν φαῦλον ἐπιψηφισαμένου μηδέν. Ὢ τῆς ἐν ἡμῖν δυσαισθησίας, μή μοι δὲ γένοιτο καὶ ἀναισθησίας εἰπεῖν, ἐν τῷ μὴ τὰ αἴτια [καὶ] κατασκέψασθαι καὶ ἐκ ποδῶν ποιήσασθαι, ἀφ' ὧν ἡμῖν κατεβρέχθη κεραύνια κακά, δι' ὧν ἐκτεφρωθέντες πληγὰς ἐνετρίβημεν, ἅσπερ οὐκ ἂν οὐδ' εἰς μακροὺς ἐνιαυτοὺς ἀπαλθησόμεθα. Εἰσὶ δὲ ταῦτα, οὐ γὰρ ὀκνήσω καὶ πάλιν τὸ τοῦ λόγου χειρισάμενος ἄροτρον ἀναπολῆσαι τὴν κατ' ἐμὲ πνευματικὴν ταύτην γῆν καὶ τὸν θεῖον σπόρον, ὡς εἴθισται, καταβαλεῖν, οἱ φθόνοι, τὸ πρεσβύτατον κακόν, τὸ τοῦ καλλίστου ζῴου μέγα αἶσχος, τὸ δεινὸν τοῦ καταπεσόντος ἑωσφόρου θέειον, ὃ συνεφήψατο τῆς ἐν ἡμῖν κακοποιοῦ κεραυνώσεως· οἱ συγγέροντες τῷ φθόνῳ τῦφοι, εἰς οὓς ὁ, ὡς εἰπεῖν, τυφογέρων δαίμων ἀναβιβάσας ἡμᾶς καὶ προσκυνηθεὶς ὡς ἐπὶ βασιλείαις τισίν, εἶτα κατέρριψε κάτω κάρα βαλὼν τοὺς πολλοὺς [καὶ] εἰς Τάρταρον· αἱ διαβολαί, αἳ τὰς θανασίμους καθ' ἡμῶν ἀπεύθυναν βολάς· τὸ βαθὺ ψεῦδος, οὗ ἕνεκεν ὁ τῆς ἀληθείας θεὸς ἀπῆρε τοὺς ὀφθαλμοὺς ἐξ ἡμῶν· τὸ φιλοχρήματον, οὗ κατ' αἰτίαν εὖ δεδικαιωμένοι πάντων χρημάτων ἀπεγυμνώθημεν, δίχα γε τῶν καὶ εἰσέτι τῷ φωλεῷ τούτῳ ἐπωαζόντων, κἀκεῖθεν καταθρασυνομένων τῶν μὴ φωλεοὺς ἐχόντων, ἔνθα κλινοῦσι τὰς κεφαλάς· οἳ βλεπέτωσαν μήποθεν ὄφις, ὁποίους χρὴ δεδιέναι, ὑφερπύσας ἀχρειώσῃ αὐτοῖς τὰ τῆς φωλείας ὡς μὴ τελεσφορηθῆναι εἰς νεόττευσιν· αἱ ἐπὶ δίκῃ συκοφαντίαι, ἃς ὑπερμισήσας ὁ δίκαιος ἐδικαίωσεν ἡμᾶς, οἷς οὐκ ἂν συκοφαντίαν προηγησαμένην ἐπικαλέσαιμεν· οἱ ἐπὶ δανείσμασι μετρίοις ἀσύμμετροι καὶ βαρεῖς τόκοι, οἷς οἱ ἀπάλαμνοι κατεπονοῦντο καὶ ἀπέριττοι καὶ ἀπεριουσίαστοι, οὓς ἐλεήσας ὁ τὰ ἐλαφρὰ φορτίζων Θεὸς καὶ τοὺς κοπιῶντας καὶ πεφορτισμένους προκαλούμενος εἰς ἀνάπαυσιν μάχαιραν κατηκόνησεν ἔξωθέν τε καὶ ἔσωθεν, ἀτεκνοῦσαν τοὺς τοῦ τοιούτου τόκου πατέρας, οἳ μηδὲ τὴν ἀρχὴν σπαρῆναι πρὸς πατέρων ὤφειλον· εἰ δὲ καὶ ἐκ τῶν ταμιείων φόβος τοὺς τοιούτους ἔσχε, καὶ οἴδαμεν καὶ οἴδασι.

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
