# De capta Thessalonica 16

Eustathius, De capta Thessalonica, Page 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/16

εἴτε πολύποδος, Πρωτέως δὲ μᾶλλον, καὶ μάλιστα κατὰ Ἔμπουσαν, ἣ φρικτὰ ἐφάνταζεν. Ὁ δ' αὐτὸς καὶ κατὰ εὐρίπους πολύστροφος ἦν καὶ κατὰ τὴν ἀρχέγονον ἀνείδεον ὕλην ἅπασιν ὑποτέθειτο εἴδεσι πολυειδῶς, ὧν τὰ μὲν ἐπαινοῖτο, τὰ δ' οὐκ ἄν. Ἔστι δ' ἐπ' αὐτοῦ προσαρμόσαι καὶ τὸ εἶναι μέν τινα παρ' αὐτῷ οἶκτον, εἶναι δὲ καὶ θυμὸν μέγαν. Ἔστι δὲ συμβιβάσαι καὶ τὸ «ἦν ὁμοῦ ἐν αὐτῷ χρήματα πάντα», καὶ ὡς πολυμιγέων ἕνωσις ἦν τις καὶ παρ' αὐτῷ καὶ δίχα φρονεόντων συμφρόνασις, οὐ μὴν ὅθεν συγκροτεῖται ἁρμονίας ἀρετή, ἀλλὰ κακία συγχύσεως. Πολύτροπον γάρ τι χρῆμα ὁ ἀνὴρ καὶ πολυπόριστον τοῖς ἐφ' ἑκάτερα γράφειν δεινοῖς. Ἐναχθείη δ' ἄν τις καὶ σφαίρῳ αὐτὸν παρεικάσαι, οὐ τῷ μεταλαμβανομένῳ πρὸς γένεσιν κατὰ παλαιὰν τερατείαν, ἀλλὰ πρὸς ποικιλίαν ἠθῶν. Εἰ δὲ καὶ ἐν αὐτῷ δύο πίθους ἑστάναι τις φαίη, τὸν μὲν ἀγαθῶν πλήρη, κακῶν δὲ τὸν ἕτερον, ὧν ἀρυόμενος καὶ καταμιγνύων ἐκεῖνος ἐπεμέτρει τοῖς ὑπ' αὐτόν, τὰ πλείω δέ γε μόνου τοῦ τῶν κακῶν, αἰνίξαιτο ἂν προσφυέστατα· ἦν γὰρ σύμμικτος καὶ πρὸς ἀκραιφνῆ χάριν οὐκ ἄκρατος, οὐδὲ μὴν εὔκρατος. Ἀλλ' οὕτω μὲν ταῦτα παρεκβεβάσθω καιρίως, οἶμαι, καὶ οὐδὲ πάνυ τι ἀμεθόδως. Ἐγὼ δὲ βραχύ τι ἄνειμι πρὸς τὸν ἦν μὲν ὅτε, ὃ μακράν, τινὸς φιλίας Δαυΐδ, νῦν δὲ μίσους παγκοσμίου ἄξιον. Ταχὺ μὲν ἔστρεψας νῶτα, ὦ γενναιότατε φεύγειν, θᾶττον δὲ ἀντιμέτωπος οὐκ εἰς ἀντιπαράταξιν, ἀλλ' εἰς δούλωσιν ἔδραμες, εἰς τοσοῦτον τῇ φυγῇ προσμείνας, εἰς ὅσον ἄνανδρον τὴν στροφὴν ἐπιδείξασθαι, ἵνα μηδέν τι γενναιότητος ἴχνος ἐν σοὶ εὑρίσκηται, μήτ' ἐν τῇ πολιορκίᾳ, ἣν καὶ εὐχόμενός που ἦσθα συγκεφαλαιωθῆναι τάχιον, ὡς ἐν τοῖς ἐφεξῆς ὑποκρουσόμεθα, μήτε μετὰ τὴν ἅλωσιν, ἐν ᾗ ἐψεύσω καὶ τὸν ἀνδριζόμενον καὶ τὸν φεύγοντα, οἷς φεύγειν τραπεὶς ἐπιδέδωκας σεαυτὸν τοῖς μηδὲ διώκουσιν. Αὐτοῖς γὰρ ἄλλα ἐν φρεσὶ μεμέλητο, τὰ πρὸ ἔργου καὶ

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
