# De capta Thessalonica 24

Eustathius, De capta Thessalonica, Page 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/24

καὶ ὡς δύσνουν ὑπόνοιαν ἀποπέμπουσιν οἷς οὕτω δραπετεύουσι, ταῖς δὲ τοιαύταις ἐννοίαις καὶ ἐμφάσεις ὑποσκιάζοντες βουλῆς οὐκ ἀγαθῆς ἐπ' αὐτοῖς. Οὐκ ἔχει γὰρ τὸ πάνυ θυμούμενον σταθερῶς ἐπικρύπτειν ἑαυτό, ἀλλά που καὶ ἐκρήγνυσι τὸ ἐνδόμυχον, ὁποῖά τις Τυφὼς ταρτάριος βίαιος. Οἱ τοίνυν Καίσαρες, βεβαιώσαντες τὸ δέος ἐν ἑαυτοῖς, οὐκ εἶχον τὸν νοῦν πρὸς τοῖς λαλοῦσιν ὡς εἰς ἀγαθόν, ἀλλὰ τῷ παραμεμιγμένῳ πικράζοντι καὶ τὸ γλυκάζειν δοκοῦν ὑπεβλέποντο, ἐπιτυγχάνοντες αὐτοὶ τοῦτό γε. Ὡς οὖν ἀπέγνωστο ἡ τῶν Καισάρων πειθὼ καὶ ὡς οὐκ ἔσται αὐτῶν ἄγραν θέσθαι διὰ δόλου διέγνωστο, κατανοεῖται βία καὶ τὸ τοῦ στόματος ἁπαλὸν σκληρὰ χεὶρ διαδέχεται καὶ τὰς βολίδας γλώσσης συστείλαντες οἱ δεσποινικοὶ τὰς ἐκ σιδήρου μελετῶσι χειρίσασθαι. Καὶ πρῶτα κατὰ τοῦ ἱεράρχου τραχύνονται, ὅτι μή, τῆς ἐκκλησιαστικῆς προϊστάμενος, ὡς εἰπεῖν, ἀκροπόλεως, καταπροΐεται τοὺς πεπιστευμένους αὐτῇ, συνειλεγμένους εἰς πάνυ πυκνὸν στῖφος καὶ οὐδὲ ἀγεννές. Καὶ γίνεταί τις ἐνταῦθα συρραφή, ὁποίαν δαίμων ἂν τεχνάσαιτο. Ἦν ἑορτὴ μεγάλη, ἡ τοῦ σωτηρίου Πάσχα, καὶ ὤφειλον τῷ βασιλεῖ ἀσπασμὸν ἡ ἐκκλησιαστικὴ λογάς, ὅσοις τὸ τοιοῦτον ἀνέκαθεν ἐψήφισται φίλημα. Ὡς δὲ καὶ τὸν ἀρχιερέα ἔδει κορυφαῖον παρεῖναι καὶ κατάρξαι τῆς ὀφειλῆς (τῷ δὲ ἦν δῆλον ὡς τὸ τοιοῦτον φίλημα παραδώσει αὐτὸν κατά τι ὁμοίωμα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ Χριστοῦ), καὶ ἐδεδίει ἀνθρωπίνως ἐκεῖνος, εὐλαβούμενος ἀποβῆναι κατάσχετος, καὶ ὤκνησε τὴν εἰς τὰ βασίλεια ὁδόν, γίνεται ἀναβολὴ τοῦ καθήκοντος ἀσπασμοῦ καὶ ὑπερτίθεται εἰς ἑτέραν ὥραν, μαθητευθεῖσαν τῷ βασιλεῖ. Καὶ ἦν ἐκείνη Παρασκευή, καὶ ἀλλοία μέν τις φαύλη καὶ ἑβδομάδος δὲ τῆς μετὰ τὴν πασχάλιον Κυριακήν, καθ' ἣν συλλεγέντος τοῦ πλήθους, ὅσον εἴωθεν ἐν τοῖς τοιούτοις πληροῦν τὰ βασίλεια, τελεῖται μὲν καὶ τὸ ἀσπάσασθαι, τὸ ἐπιπολάζον τῆς μηχανῆς, συντελεῖται δὲ καὶ τὸ κρύφιον, ἡ ἐξ ἐρήμης τοῦ πατριάρχου καθαίρεσις, ὡς οὐκ ἂν εὐφήμως εἰπεῖν ἔχοι τις. Τῶν μὲν γὰρ ἀρχιερέων, εἰ χρὴ φάναι, κερδαλεότης, τῶν δὲ εὐλάβεια κατὰ πολὺν φόβον, τῶν δὲ καὶ μῖσος οὐκ εὐλόγιστον κατὰ τοῦ ἀρχιερατεύοντος οὕτω ῥᾳδίως ἤνυσαν τὴν ἐκείνου καταβολήν, ἐπιτιθεμένων καὶ τῶν τινων τῆς συγκλήτου βουλῆς καὶ κατακτυπούντων, ὡς οὐκ ἂν οὐδὲ ἱεριχούντια τείχη κατηχούμενα σάλπιγξιν ἐκείναις ἔπιπτον. Καὶ τὸ ἐκεῖθεν, βραχυλογικῶς καὶ αὐτὸ ἱστορῆσαι (τί γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆς δὴ τῆς

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
