# De capta Thessalonica 26

Eustathius, De capta Thessalonica, Page 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/26

ἐκκλησίας. Καὶ ἐκείνης γὰρ ὀλίγοι κατεσκίρτησαν ἐπὶ τοῖς πραχθεῖσιν· οἱ δέ γε πλείους προωρῶντο τὸν κύριον ἐνώπιον αὐτῶν διὰ παντὸς καὶ κατὰ τῶν πεπραγμένων ἐγίνοντο. Οὐκοῦν καὶ μερίζονται. Καὶ οἱ μὲν τῷ μικρῷ βασιλεῖ ἐκομίζοντο, καὶ καθάπαξ ὑπαγορεύσαντες ἐκείνῳ καί, ὡς οὐκ ὤφελον, διδάξαντες τὴν τοῦ ἀρχιερέως ἀτιμίαν, ἐπέμενον οἷς ἐκακούργησαν καὶ τὴν διδασκαλίαν ἠσφαλίζοντο καὶ τὸν παῖδα τῷ μαθήματι ἐνερείδοντες τηρεῖν αὐτὸ εἴθιζον καὶ μάλιστα ἡ τὸ πᾶν δυναμένη μήτηρ καὶ ὁ μετ' αὐτὴν Πρωτοσεβαστός, ὁ κατὰ τῆς ἐκκλησίας τότε μελετήσας δυνατὸς γενέσθαι καὶ σὺν γυναιξὶ συστήσας κατὰ τὴν παροιμίαν μάχην. Καὶ οὕτω μέν τινες οἱ τοῦ μὴ καλοῦ. Οἱ δὲ λοιποί, ἐπί τε τῷ πατριαρχικῷ καταστυγνάζοντες δυσπραγήματι ἐπί τε τῇ τῶν Καισάρων δυστυχίᾳ, καταλήγουσιν εἰς κακὸν μέγα καὶ οἴκτιστον. Εἰπεῖν γὰρ ἐν βραχυτάτῳ, πόλεμος κροτεῖται ἱερός, ὡς ἂν καιρίως φαίη τις. Καὶ στεγανοῦνται μὲν οἱ τῆς ἐκκλησίας ἐντὸς ὡς ἐπὶ πολιορκίᾳ μεθ' ὅπλων, οἱ δὲ βασιλικοὶ ἔξωθεν ἐπιπίπτουσι, καὶ πολλοὶ καὶ γενναῖοι. Καὶ πίπτουσι μὲν οὐκ ὀλίγοι τῶν ἐν τῇ ἐκκλησίᾳ, τῶν δὲ βασιλικῶν ἀμύθητοι. Διέβη δέ τι τοῦ τοιούτου κακοῦ καὶ εἰς τὴν ἀγοράν. Τὸ γὰρ βασιλικὸν συμμαχικὸν πολλοῖς ἐνεπήδησε καὶ τοὺς μὲν ἄλλως ἔβλαψε, τινὰς δὲ καὶ τοῦ ζῆν ἀπήγαγεν. Ὅθεν καὶ πλατυνθὲν τὸ κακὸν ἐπλήθυνε τὸ κατὰ τῆς βασιλίδος μῖσος καὶ ἥπλωσε μικροῦ δεῖν εἰς ἅπαντας. Καὶ ἔγεμον αὐτῆς τὰ πάντων στόματα οὐκ εἰς ἀγαθὸν καὶ ἐβουλεύοντο τὰ εἰς κάκωσιν αὐτῆς καὶ ἀπόστασιν. Ὁποῖα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, οὐ μόνον ἐκ τῶν παρὰ πόδας ἐπορίζοντο τὰ εἰς ἄμυναν, ἀλλὰ καὶ εἰς τὰ πόρρωθεν ἀνεβίβαζον τοὺς λογισμούς. Καὶ ἀνέβη αὐτοῖς ἐπὶ νοῦν ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν ἄνω τοῦ λόγου παρερρίψαμεν. Ἐδόκει γὰρ ἀξιόμαχος ἐπίκουρος ἀναφανήσεσθαι ἂν πρὸς τὰ ξυμπεσόντα καὶ ἀλεξίκακος, οὐχ ὥστε μὴν ἐκεῖνον δράξασθαι καὶ πρὸς ἑαυτοῦ θέσθαι τὰ ζυγὰ τῆς βασιλείας, ἀλλ' ὡς τῆς μητρός, ἣ φαύλως ἐπιτροπεύειν ἐδόκει, ἔτι δὲ καὶ τῆς τοῦ Πρωτοσεβαστοῦ οἰήσεως ἐξελέσθαι τὸν καταπραγματευόμενον. Καὶ ἦν τοῖς πολλοῖς, ὀκνῶ μὲν εἰπεῖν ὡς πρὸ καὶ αὐτοῦ Θεοῦ, θαρρῶ δὲ ἀσφαλέστερον φράσαι ὡς εὐθὺς μετὰ Θεόν, τὰ τῆς καραδοκίας εἰς τὸν Ἀνδρόνικον. Ὅθεν καὶ τοῦ ἐκκλησιαστικοῦ πολέμου ἀκμὴν ἔχοντος περί που μεσημβριάζουσαν ὥραν καὶ διαβλεπομένου ὡς ἑτερορρεπὴς ὑπὲρ τῶν βασιλικῶν ἔσται, πλάσμα ἦν λόγων τοῖς πολλοῖς, ἤδη δὲ καὶ διανοιῶν ἀνάπλασμα ὑπόκενον, ὡς ἰδοὺ ὁ Κομνηνὸς ἥκει καὶ ἐγγύς που τῆς ἀντιπόρθμου τῷ Βυζαντίῳ αὐλίζεται Δαμάλεως. Καὶ τὸ βουλόμενον ἑκάστου τῶν πολιτῶν εἶχεν ἐκεῖνον παρόντα τῇ μάχῃ, ὡς εἴπερ ἐκ τῆς Σινωπικῆς χερσο-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
