# De capta Thessalonica 28

Eustathius, De capta Thessalonica, Page 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/28

νήσου, ἣν τότε κατεῖχεν, εἰς τὴν Μεγαλόπολιν ἐπτερύξατο. Καὶ ἐδόξαζον ἐκεῖνον σωτῆρα σφῶν ἑκάστου ἔσεσθαι καὶ ἕρμα τῆς βασιλείας, κούφως ἐνταῦθα κἀκεῖ παραγομένης πρὸς τοῦ θέλοντος, εἴπερ μόνον τῷ Πρωτοσεβαστῷ καὶ τῇ ξυνασπιζούσῃ βασιλίδι χαρίζοιτο. Ἔπεμπε γὰρ ὁ Ἀνδρόνικος φαντασίαν τοῖς πλείοσιν ἄνθρωπος εἶναι οἷος διέπειν κόσμον καλῶς, καὶ οἷς δὲ ἔπαθε μαθεῖν ἀγαθὸς εἶναι, πάντως δ' ἂν καὶ τὸν τοῦ Μανουὴλ παῖδα αἰδέσεσθαι κατὰ τοὺς συχνοὺς ὅρκους, καὶ μάλιστα τοὺς ὕστερον, οὓς μετὰ πάθας πολλὰς ἐπέκρινε δοῦναι καὶ δεδωκὼς τὴν τῶν Παφλαγόνων ἀντεκληρώσατο γῆν, ὡς καὶ στρατοπεδαρχεῖν ἐκεῖσε καὶ τὰ ἐκεῖθεν εἰς κέρδος ἀπονοσφίζεσθαι. Καὶ εἶχον μὲν οὕτως ἐλπίδων οἱ τῆς Μεγαλοπόλεως· αἱ δὲ ἦσαν ἐλπίδες ἄλλως καὶ ὀνείρων κατὰ τὸν εἰπόντα σκιά, ὡς ὁ ἐπιὼν χρόνος ἀνέδειξε, ψεύσας τὴν καλὴν ζωγραφίαν, ἣν ὁ καθ' ἕνα ἐπὶ τῷ Ἀνδρονίκῳ ἐνετυπώσατο εἰς ἑαυτόν, καὶ ἀπαλείψας μὲν αὐτήν, ἐκφήνας δὲ τὸν ἄνδρα καινότροπον, εἰπεῖν εὐφημότερον. Ἀλλὰ τοῦτο μὲν μικρόν τι ὕστερον· τότε δὲ ἀνεκαλεῖτο ἕκαστος τὸν Ἀνδρόνικον ὡς ἤδη καὶ παρόντα ἢ γοῦν ἀλλὰ παρεσόμενον. Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασιλικῶν, ὃ δὴ Σαπρία τεθέληται λέγεσθαι, καὶ ἐχρῆν κατά τινα ξύμβασιν, τὴν τότε δόξασαν, ἠρέμα καταστῆναι τούς τε βασιλικοὺς τούς τε ἐκκλησιαστικούς, ὅποι μὲν ἦλθον μεθόδων οἱ τότε πάρεργον οἶμαι ξυγγράφειν, ὃ δὲ ἡμῖν ὁδοποιεῖ τὰ ἐφεξῆς εἰρήσεται. Ἀποκαθίσταται μὲν μετά τινα διαστήματα ἔμμηνα πατριαρχεῖν αὖθις ἀναγκαίως ὁ ἱερώτατος Θεοδόσιος, συγκαθίσταται δὲ καὶ τὸ ἀρχιερατικὸν ξύμπαν εἰς μίαν ἕνωσιν καὶ δοκεῖ τὰ τῆς πόλεως οὕτω κύματα γαλήνην εὑρεῖν. Ὡς δὲ ἐχρῆν ἕκαστον μέγα πρόσωπον τῶν ἐν τῇ ἐκκλησίᾳ ἐκφαίνεσθαι κατὰ εἰρήνης δῆθεν λόγον, ἔγεμε γὰρ αὐτῶν εἰσέτι τὸ θεῖον τέμενος, παραμενόντων ἐξ ὅτου προσπεφεύγασιν, οἷς μὲν οὐκ ἦν ὕποπτον τὸ βιοῦν καὶ οἶς δὲ ἁπαλῶς εἶχεν ἡ ψυχὴ προυφαίνοντο καὶ ἐλάλουν καὶ ἐποίουν ὅσα ὑπέβαλλεν ὁ καιρός. Ἡ δὲ τοῦ Ἀνδρονίκου θυγάτηρ, ἡ τὸν Συναδηνὸν Θεόδωρον ὕστερον εἰς ἄνδρα λαβοῦσα καὶ ταχὺ ἀποβαλοῦσα οὐ καθ' εἱρμόν, ὡς λέγεται, φύσεως, ἐφαίνετο οὐδαμοῦ· καὶ μὴν ἀνεψηλαφᾶτο κατ' ἐπιμέλειαν. Ἦν δὲ ἡ αὐτῆς ἐκκλησίαθεν ἀποκρυβὴ φυγὴ πρὸς τὸν πατέρα ἕως καὶ εἰς

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
