# De capta Thessalonica 3

Eustathius, De capta Thessalonica, Page 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/3

Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον δυσδαίμονος βασιλείας καχεξίας λόγῳ, ἣν ἐκεῖνος φαῦλα διαιτῶν κατὰ τῆς οἰκουμένης πολλὴν ἐκ μακροῦ ἤθροιζε, ταχὺ δὲ πάνυ τεθεραπευμένης ὑπὸ τοῦ ἐλευθερωτοῦ μεγάλου βασιλέως Ἰσαακίου τοῦ Ἀγγέλου, διαδεξαμένου ἐκεῖνον εὐδαιμόνως καὶ εὐτυχῶς τῷ κόσμῳ προνοίᾳ καὶ εὐμενείᾳ θεοῦ μετ' οὐ πολλὰς ἡμέρας τοῦ ἁλῶναι τὴν πόλιν, ἐν τῷ χρήσασθαι ὀξυχειρίᾳ ἔργων, ὡς δέον μάλιστα ἦν, ἧς αὐτῷ θεὸς συνεφήψατο, καθὰ λόγος ἕτερος καιρὸν εὑρηκὼς περιηγήσεται. Προθεωρία τῆς τοιαύτης συγγραφῆς Πόλεων ἁλώσεις ἱστορούμεναι εἴτε συγγραφόμεναι μεθόδοις διοικοῦνται ὡς τὰ πολλὰ ταῖς αὐταῖς. Οὔτε δὲ ἁπάσας τὰς ἐπιβαλλούσας ἠναγκασμένως ὁ γράφων διαχειρίσεται, οὐδὲ μὴν τὰς ἀμφοτέρωθι χρηστὰς ὡσαύτως διοικονομήσεται· ἀλλὰ καθιστορῶν μὲν καὶ ἀπαθῶς γράφων καὶ θεολογήσει ἔστιν οὗ καὶ πρὸς φύσεως λόγον ἐμπλατυνεῖται καὶ τὴν φράσιν δὲ ψιμυθιώσει πρὸς κάλλος ἀφειδέστερον καὶ τοπογραφήσει καὶ ἐκφράσεσιν ἐναγλαΐσεται καὶ ὅλως, οἷα ἔξω πάθους λαλῶν, πολλὰ διαθήσεται πρὸς χάριν ἀκοῆς, οὐκ ἀφέξεται δὲ οὐδὲ τῶν ὡς εἰκός, στοχαζόμενος αὐτὸς ἐνταῦθά γε, ὅτι μηδὲ παρῆν τοῖς ἀφηγουμένοις κακοῖς, ὡς καὶ παθαίνεσθαι καὶ αὐτὰ δὴ φράζειν ἐκεῖνα. Καὶ οὕτω μὲν ὁ τὰ πρὸς ἱστορίαν δηλῶν. Ὁ δὲ καὶ συγγραφόμενος καὶ χρωτισθεὶς τῷ κακῷ πάντων ἐκείνων προσάψεται μὲν ἀναγκαίως, οὐκ ἐπὶ τοσοῦτον δέ, μόνῳ πλεονάζειν ὀφείλων τῷ πάθει, καὶ αὐτῷ ἀναλόγως τῇ κατ' αὐτὸν προσωπικῇ ποιότητι. Τοῦ λαοῦ μὲν γὰρ ὤν, τίνα ἂν ἔχοι ψόγον εἰς κόρον παθαινόμενος; Βίῳ δὲ ἀνειμένος τῷ κατὰ πνεῦμα καὶ μεταξὺ τοῦ πενθεῖν καὶ τοῦ εὐχαριστεῖν τῷ κρείττονι οὐκ ἐπιτείχισμα ἐρυμνὸν ἀλλὰ χάος μέγα βλέπων, φείδοιτ' ἂν ἀκράτως τραγῳδεῖν. Ὁ δ' αὐτὸς οὐδ' ἂν παίζοι χορεύων ἐν πένθεσιν, ὁποῖον δή τι καὶ τὸ πάνυ καλλύνειν τοὺς λόγους κομμωτικῶς ἐν σκυθρωποῖς πάθεσι. Καὶ τὰ ἄλλα δὲ συγγραφικὰ εἴδη σωφρόνως μεταχειριεῖται κατὰ μέθοδον ἰδίαν, οὔτε παράδοξα ἐκτιθεὶς ἀκούσματα κατὰ τὸν ἀπαθῆ ἱστο-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
