# De capta Thessalonica 32

Eustathius, De capta Thessalonica, Page 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/32

κατὰ θάλασσαν μηχαναί. Καὶ εἰώθαμεν ἀληθῶς ἐν τοιούτοις οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττουσι. Τοιοῦτος οὖν ὁ Ἀνδρόνικος φανεὶς καὶ ὁ οὕτως ὀλίγος μυρίος διακριθείς, ἐφέλκεται διὰ βραχέος καιροῦ πάντας καὶ τὴν ὅλην πόλιν μετάγει, ὡς οὕτως εἰπεῖν, πρὸς ἑαυτόν. Καὶ ἵνα μὴ μακρᾷ θαλάσσῃ διηγημάτων ἐπαφῶμεν τὸ τοῦ λόγου ἀκάτιον, ἀλλ' ὡς διὰ πορθμοῦ βραχυπορήσωμεν, ἐν ἀκαρεῖ χρόνῳ πλωΐζονται εἰς ἐκεῖνον οἱ μεγάλοι, οἱ μικροί, οἱ μέσοι. Καὶ θαυμάζουσι μέν, ὁποῖα πρῴην δοκοῦντες βλέπειν, οἷα νῦν ἐμφανῶς βλέπουσι, καὶ ὡς αἱ μὲν μακραὶ νῆες ἁλιάδες ἄρτι γνωρίζονται, τῆς πρὶν κατὰ ἀπάτην σκοτώσεως διαφωτισθείσης, αἱ δὲ σκηναὶ μακροῖς ἀλλήλων διαστήμασιν ἀφορίζονται. σικυηλάτοις πρέπουσαι, ὁ δὲ στρατὸς ὅσος πανήγυρις οὐκ εὐγενής, οἱ δὲ ἵπποι, ὁποίους τοὺς πλείους μύλωνες ἂν καταδέχοιντο. Καὶ ἀφυπνίζοντο μὲν καὶ ἀνένηφον, ὡς τὰ μικρὰ γνωρίζειν αὐτὸ τοῦτο μικρὰ καὶ μηκέτι μεγαλεῖόν τι αὐτοῖς ἐπιψηφίζεσθαι, τὸ δὲ πάλαι ποθοῦν παραμένον ἔπειθεν ἐθέλειν τὸν ἄνδρα, μόνον αὐτὸν φαινόμενον τὸ πᾶν, καθὰ πρὸς ἀγαθοῦ σφίσιν ἦν, καταπράξεσθαι. Οὐκοῦν ἠσπάζοντο ἐκεῖνον, ἐφίλουν πρόσωπόν τε, οὗ τὴν θέαν εὔχοντο, καὶ χεῖρας, ἐφ' αἷς ἐπεποίθεισαν, ἐπ' αὐταῖς ἐνεθουσίων, ἐξηρεύγοντο ἐπαίνους παντοδαπούς, ἀνεβόων συχνὰ δόξαν τῷ θεῷ, προεκαλοῦντο, εἰ οἷόν τε διαπηδῆσαι εἰς τὴν ἀντίπορθμον ταχύ. Τὸ γὰρ ποδῶκες τοῦ ἀνδρός, ἐπίσημον αὐτῷ τυγχάνον πρὸς φύσεως, καὶ τοιαύτην, οἶμαι, καινοτροπίαν ἐνθυμήσεως ὑπέβαλλε τοῖς πολλοῖς. Ὁ δέ, τὰ μὲν ἀντιχαρείς, ὡς εἰκός, καὶ μάλα, τὰ δὲ καὶ φιλενδεικτήσας ἐν οἰκείοις κενεαυχήμασιν, οὐκ ὀλίγα δὲ καὶ θαρρύνας τοὺς εἰς αὐτὸν ἀφεωρακότας, αἴρεται μικροῦ δεῖν ἐπὶ χειρῶν, οὐ μόνον πρὸς Ἀγγέλων, γένους τούτου βασιλικοῦ, λαμπροῦ τε καὶ πολυδυνάμου, ἀλλὰ καὶ ὑπὸ λοιπῆς εὐγενείας καὶ συγκλήτου λογάδος καὶ τῶν ἄλλων τέκνων τῆς πόλεως. Καὶ εἶχε λοιπὸν αὐτὸν οὕτως ἡ Μεγαλόπολις, μυρία καινοπραγήσοντα. Ἐνταῦθα ἔστιν εἰπεῖν ὡς ὁ μὲν εἰπὼν «εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου» ἀοίδιμός ἐστιν εἰς ἀγαθόν, ἐπεὶ οὐδὲ ἔξω ἐγκωμίων ἡ τοῦ δικαίου μνήμη πίπτειν οἶδε, τὸν δὲ Ἀνδρόνικον ἐξ αὐτῶν βαλβίδων εἰσόδου ἔχοι ἂν ἡ Μεγαλόπολις μέμφεσθαι ὅτι οὐκ εὐλόγησεν αὐτὴν ὁ ποὺς αὐτοῦ. Οὐδὲ γὰρ ἵστατο ἐν εὐθύτητι, ὡς τὰ ἐφεξῆς ἅπαντα ἔδειξαν. Ἅμα γὰρ ἡ τοῦ Μεγάλου Κωνσταντίνου κληρονομία εἶχεν αὐτὸν καὶ αὐτίκα οἱ ἀμφ' αὐτὸν Παφλαγόνες, ἔθνος ἀτάσθαλον καὶ ἐν Ἕλλησι βάρβαρον, κελευσθέν, ἐνεπήδησε τῷ τῶν Λατίνων

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
