# De capta Thessalonica 34

Eustathius, De capta Thessalonica, Page 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/34

φύλῳ, οἳ ἀφωρισμένοι κατ' ἔθος ἀρχαῖον περὶ τὸν αἰγιαλὸν τοῦ Βυζαντίου κέρατος, τὸν τοῦ Φωσφορίου ἐχόμενον, ὑπὲρ ἑξήκοντα χιλιοστύας ἐχέοντο εἰς ἀριθμόν. Ἐπεκάλουν δὲ τοῖς Λατίνοις ἐκεῖνοι ὅτι πρὸς τοῦ Πρωτοσεβαστοῦ καὶ τῆς δεσποίνης Ξένης ἦσαν καὶ δι' ἐκείνους ἐβούλευον κατὰ Ῥωμαίων κακά. Καὶ ἦν ἀληθῶς οὕτως ἔχον τὸ πρᾶγμα. Διεκπεσόντες γὰρ καὶ ἡ δέσποινα καὶ ὁ Πρωτοσεβαστὸς τοῦ ὑπὸ Ῥωμαίων στέργεσθαι, ἀπέβλεψαν εἰς τοὺς Λατίνους καὶ δώροις ἐπάραντες καὶ μάλιστα ὑποσχέσεσι τοῦ τὴν πόλιν τε προνομεῦσαι καὶ ὑπὸ δουλείαν αὐτοῖς τοὺς Ῥωμαίους θέσθαι ἀνέπεισαν ἤδη καὶ πρὸς μάχην ἐξαρτύεσθαι, εἰ μὴ ταχὺ ὁ Ἀνδρόνικος ἐπεραιώσατο· οἵ γε καὶ τοῦ, ὡς ἐρρέθη, ἱεροῦ πολέμου συνεφάψασθαι τότε προσελήφθησαν μέν, ἤργησαν δὲ διὰ τὸ ταχὺ ἐκεῖνον λυθῆναι. Ἐπεκλᾶτο μὲν οὖν τοῖς Λατίνοις αὕτη αἰτίασις οὐ ψευδής, οὐδ' εἶχον εἰπεῖν, οὔτε μὴν ἔχοιεν ἄν, ὡς ἦσαν ἄμεμπτοι· ἔμελλον δὲ οἴμοι κακῷ μεγάλῳ μέγα κακὸν ἐκθεραπεῦσαι οἱ Παφλαγόνες, οἷς ἀλογίστως ἐθρασύναντο. Εἰσελθόντες γὰρ τὴν Μεγαλόπολιν καὶ πλαγιάσαντες ἐπὶ τοὺς Λατίνους (εἰκὸς δὲ πάντως καὶ ἄλλους τῶν τοιαῦτα νεωτερίζεσθαι φιλούντων συναίρεσθαι αὐτοῖς) ἐπέρχονται τοῖς Λατίνοις οὐκ ἂν ἐλπίζουσι καὶ διατίθενται τὰ ἐλεεινότατα καὶ σπέρματα ἐκεῖνα προκαταβάλλονται, ἀφ' ὧν ἡμεῖς καὶ πολλοὶ ἕτεροι σὺν ἡμῖν τεθερίκαμεν λειμῶνος Περσεφόνης, οὕτω φάναι, δράγματα. Ἐκεῖθεν γὰρ ἡμῖν καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κατὰ θάλατταν ἐμπρησμοὺς ἐκ τοῦ παρὰ Ῥωμαίοις ὠμβρημένου πυρὸς τοῖς ἐπὶ πλοίων φεύγειν ὁρμήσασι, τὰ κατ' αἰγιαλούς, τὰ περὶ τὰς ἀμφόδους, ἔργον ἂν εἴη πολύ, καὶ ὡς οὐ μόνον τῶν ἀνθοπλιτῶν Λατίνων κατεφέροντο οἱ τοῦ Ἀνδρονίκου, ἀλλὰ καὶ ὅσοις περιεποιεῖτο ἔλεον τὸ ἀπάλαμνον· καὶ γυναῖκες γὰρ αὐτῶν ἐρριπτοῦντο ξίφεσι καὶ βρέφη. Καὶ τοῦτο μὲν δεινόν, οὐχ οὕτω δέ, ὡς ὅτε καὶ γαστέρων ἀναρρηγνυμένων μητρικῶν ἐμαιοῦτο σίδηρος τὰ ἔμβρυα καὶ πρὸ ὥρας βλέποντος ἡλίου τὸ μικρὸν ὁ τοῦ ᾍδου σκότος μετεξεδέχετο αὐτό, τεθνηκὸς πρὶν ἢ καὶ ζῆσαι τὸ τέλειον. Θηριῶδες τοῦτο καὶ ἀσύγκριτον μανίαις ἑτέραις. Ἔπεσε τότε καὶ ἀνὴρ ἱερὸς ἐν Λατίνοις, οὐκ οἶδ' εἴτε ἀπὸ τῆς πρεσβυτέρας ἥκων Ῥώμης κατὰ πρεσβείαν εἴτε Σικελίαθεν, πάντως δὲ ἢ Ῥωμαῖος ὢν ἢ Σικελός. Καὶ οὐχ ἁπλῶς ἔπεσεν, ἀλλὰ μετὰ τῆς παρ' ἐκείνῳ ἱερᾶς ὅλης περιβολῆς, ἣν ὅπλων πρόβλημα περιέθετο, εἴ πως αὐτὸν αἰδέσονται οἱ κακοί. Καὶ γέγονε καὶ ταῦτα ἡμῖν προκεντήματα, ὧν ἐπάθομεν. Ἡμῖν γὰρ οὐδὲ οἱ ναοὶ τοῦ θεοῦ ἄσυλοι. Οὐδὲ γὰρ οὐδ' αὐτοὶ ἄχραντοι ἔμειναν, ὅτε νεκροὶ μὲν

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
