# De capta Thessalonica 40

Eustathius, De capta Thessalonica, Page 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/40

ἄχρι καὶ μειδιάματος, ἀρχὴν ἐκεῖθεν ἔθετο τρανέστερον μελετᾶν. Καὶ εἰς τοσοῦτον ἐξίκετο δραστηριότητος, ὡς μετὰ μικρὸν ἐπαναστῆσαι καὶ ἐπιστῆσαι τοὺς χύδην πικροὺς ἕως καὶ εἰς ἐσχάτην θρασύτητα, ὡς καὶ διαχρησθῆναι κίνδυνον γενέσθαι τὸν ἀρχιερέα μετὰ πολλὰς ὕβρεις, ὁποίας καὶ Ἰουδαῖοι ἐτοξάσαντο ἂν κατὰ Θεοῦ. Καὶ εἰ μὴ τεχνησάμενος ὁ γέρων ἑαυτῷ τὰ σωτήρια ἐκ μέσων κρυβεὶς ἀπεσύρη, ἀποδυσάμενος, ὡς ἐχρῆν, τὸ ἄρχειν, ἔπαθεν ἂν ὅπερ οὐκ ἦν αὐτῷ ἐθέλοντι. Καὶ αὐτὸς μὲν οὕτω ξυνέστειλεν αὑτόν, ἀφεὶς καθ' ἑτέρων μεμηνέναι τὸν Ἀνδρόνικον. Ὁ δ' ἐπεὶ οὐκέτι προβλῆτι σκοπέλῳ τινὶ ἀνεκρούετο, ἐξεκύμαινεν ὀλέθρια κατὰ πάντων, οὐχ ὥστε καὶ εἰπεῖν «ὅς τε αἴτιος ὅς τε καὶ οὐκί», ἀλλὰ κατὰ τῶν μηδὲ ὅλως αἰτίων, τὸ ἀδικώτατον· καὶ τήν τε τοῦ βασιλέως περιγράψας μητέρα ἐν τῷ σεμνείῳ τοῦ ἐν ἁγίοις σοφοῦ ἰατῆρος Διομήδους, ἐπισχὼν οὐ πολὺν χρόνον ἀπῆγξέ τε καὶ ἐβύθισεν, ὑπουργοῖς χρησάμενος ὧν ἐνίους ὁ καταβραβεύων αὐτοῦ θυμὸς οὐ πολλῷ ὕστερον εὖ ποιῶν ἐτίσατο, παιδεύοντος ἡμᾶς καὶ οὕτω τοῦ θεοῦ ὡς καὶ ὁ ἐπιτάσσων τὰ φαυλότατα καὶ ὁ ὑποτασσόμενος τοῦ προσώπου πειρῶνται τοῦ θεοῦ, ὁποίου οἶδε Δαυΐδ. Τοῦτό τε οὖν οὕτως ἐξήμαρτε. Καὶ σύγκλητον δὲ θέμενος ἀνδρῶν λογάδων, ἁπάντων τῶν τοῦ μεγίστου γένους, κατά τινα ἡμέραν, ἣν καὶ ἐγγράψηταί τις ἂν εἰς ἀποφράδα δεινήν, συλλαμβάνει ἐκείνους ὡσεὶ καὶ ἰχθύας τινὰς ἐν ἀφύκτῳ πανάγρῳ δίχα γε τῶν καλῶν Ἀγγέλων, οἳ ὡς οἷα πτερυξάμενοι ἐς φυγὴν ἐσκορπίσθησαν, καὶ διατίθεται πάσας, ὡς οὐκ ἂν εὐλογήσοι τις, λαβάς, ἐπικαλῶν ἑκάστοις τὸ κατὰ βασιλέως ἐνδομυχεῖν, ἐκείνου, εὐστόχως εἰπεῖν, ἀλιτήριος. Καὶ ὀλίγους μέν τινας ἐδικαίωσεν εἰς εἱρκτὴν, ἦσαν δὲ οἳ καὶ ἐξ ὀμμάτων ἐγένοντο, πλείους γε οὗτοι. Τινὰς δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶμαι, βλέποντες αὐτοὶ τοὺς πεπηρωμένους ἀεὶ ζῶσιν ἔμφοβοι καὶ συνεπαύξωσιν οὕτω τὸ κακὸν τῆς καθείρξεως. Οὐ πολὺν δὲ χρόνον μείνας, ἐπιβαλεῖν ἐφίεται καὶ τῷ ὑπερανεστηκότι βαθμῷ, καταγνοὺς τῆς πρώτης ἐκείνης βαθμίδος ὡς ταπεινῆς. Γογγυσμὸς τοίνυν αὖθις αὐτῷ τεχνᾶται καὶ βαρύτης προβάλλεται καὶ φόρτος φροντίδων οὐ φορητὸς καὶ ὡς οὐκ ἂν εἴη αὐτῷ στερκτέα, εἰ οὕτω πάσχειν κινδυνεύει τρόποις πολλοῖς. Ἔπασχε δὲ ἄρα οὐδέν, ἀλλ' ἐνδόμυχος ἦν πολλοὺς αὐτὸς ὑποβαλεῖν καὶ εἰσαῦθις ἀτλήτοις παθήμασιν. Ὡς δὲ ἐπέμενε μακρὰ γογ-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
