# De capta Thessalonica 44

Eustathius, De capta Thessalonica, Page 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/44

τὰ εἰς τοιαύτας τέχνας καὶ οἷόν τε τὰ ὄντα συνδιαφέρειν ἐκείνῳ τὸν βασίλειον ζυγόν, οὐχ ὥστε μὴν καὶ καταρριπτεῖν, ἀλλὰ καὶ μάλιστα ὑπανέχειν καὶ τὴν ἐκείνου μεγαλύνειν σμικρότητα κοινωνίᾳ μὲν ἀξίας μιᾶς, ὑπεροχῇ δὲ κόπων καὶ πόνων, οἷς ὁ Ἀνδρόνικος εἴθιστο ἄδδην, πολυπλάνοις πλάναις κατὰ τὸν εἰπόντα γεγυμνασμένος, ἤγειραν οὐκ ὀλίγους ἀναπεισθῆναι ὀρθῶς ἀκούειν καὶ διαθερμανθῆναι εἰς ἐξάνυσιν τοῦ συνάρχειν βασιλικῶς τόν τε Ἀλέξιον τόν τε Ἀνδρόνικον. Καὶ τὴν ἀρχὴν μὲν ὑπεψιθυρίζετο ἠρέμα τὸ σόφισμα, μετὰ δὲ ἐλαλεῖτο, μικρὸν δὲ ὅσον καὶ ἐξεβοᾶτο τρανέστερον. Καὶ ἔδει λοιπὸν ἐμφανῶς προκληθῆναι εἰς τὴν ἀρχὴν τὸν Ἀνδρόνικον καί, εἰ μὴ πείθοιτο, ἀλλὰ τότε δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤπερ ἐξολέσθαι τὰ κοσμικά. Καὶ ἑταιρίζονται μὲν εἰς τοῦτο πολλοὶ τῶν τοῦ λαοῦ, συνεπιρρέει δὲ τῷ κλύδωνι τούτῳ καὶ ἀπόρροιά τις τῶν τῆς συγκλήτου, οὐ πολλὴ μέν, ἐπίρρητος δὲ καὶ τοῦτό γε ἡμῖν ἀπόρρητος. Οὐ γὰρ ἁπλῶς ἀφωσιοῦτο αὕτη τὴν κατὰ τοῦ βασιλέως Ἀλεξίου νεωτέρισιν κατὰ χάριν Ἀνδρονίκου, ἀλλ' ὡσεὶ καὶ μεμηνυῖα βυσσόθεν ἐκυκᾶτο καὶ τὸν Ἀνδρόνικον συνεξέμαινε. Καὶ ἔσονται ἀοίδιμοι ἐν τούτοις οἱ τῆς ἡμέρας ἐκεῖνοι πιστοί, Κωνσταντῖνος ὁ Πατρηνός, τὸ τῆς κολακείας ἠκριβωμένον ἀφίδρυμα, καὶ ὁ Ἁπλούχειρ Μιχαήλ, ἀνὴρ γλοιὸς μὲν πολιτεύσασθαι, στρυφνὸς δὲ πονηρεύσασθαι. Ἦν δὲ καί τις ἀνὴρ λάμπων ἐν τοῖς τοιούτοις, ὡσεί που καὶ φρυκτὸς ὀλέθριος, μέσος ἦν ὅτε τὴν τύχην, πατρὸς ἐκφὺς δεξιοῦ λογίζεσθαι τὰ δημόσια καὶ ἐμβαθύνειν κλέμμασιν, Στέφανος μὲν τὸ κύριον, τὸ δὲ ἐπ' αὐτῷ Ἁγιοχριστοφορίτης, ὅς, μεταθέμενος ἐξ ὧν ὁ κατὰ Θεὸν διάκειται, Ἀντιχριστοφορίτης παρωνυμεῖτο τοῖς ὀρθὰ νοοῦσι. Τοῦτον ὁ μὲν φθάσας χρόνος παρεσημήνατο εἰς ἀνδριάντα φαυλότητος. Κηδεύσας γὰρ οὐ καθ' ἑαυτόν, ἀλλὰ πανουργευσάμενος ὑπὲρ ἀξίαν γάμον εὐγενῆ, δέδωκε τιμωρίαν οὐκ ἀγεννῆ· τὰς ῥῖνάς τε γὰρ ἀπεσχίσθη, ἅτε μὴ καλῶς φριμαξάμενος καθ' ἧς οὐκ ἔπρεπε, καὶ τῶν αὐτοῦ νώτων σωφρονιστῆρες ἱμάντες κατεχόρευσαν. Καὶ ὅμως ἰταμὸς ὢν καὶ τὴν αἰσχύνην ἀπὸ προσώπου θέμενος, οὐκ ἀπήγαγεν ἑαυτὸν τοῦ προφαίνεσθαι, μὴ καὶ γελῷτο, ἀλλ' οἷα μηδέν τι κακὸν δεδρακὼς περιήρχετο ἔνθα καὶ πρῴην, φιλενδεικτῶν τὸ θράσος καὶ ἐπιδεικνύμενος τὸ

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
