# De capta Thessalonica 46

Eustathius, De capta Thessalonica, Page 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/46

μὴ αἰδεῖσθαι καὶ οὕτω βιαζόμενος τὸ μηδέν τι φαῦλον ἢ ποιῆσαι ἢ παθεῖν. Ὡς δὲ περιωρᾶτο πρὸς πάντων καὶ τοῦ γάμου τε τοῦ ὑψηλοῦ ἦν ἔκπτωτος καὶ οὐδέ τινα εἶχεν ἄλλην ἀνάβασιν, ἀλλ' ἐν κενοῖς τὰς βασιλείους θύρας ἐξέτριβε, λαγχάνει ποτὲ προηκάμενος ἔπος ἄλλως μὲν σφαλερόν, ἑαυτῷ δὲ ἀναστάσιμον. Ὡς γὰρ ὁ Μαυροζώμης Θεόδωρος, ὁ ἐκ Πελοποννήσου, ἄνθρωπος πολυμεμφὴς ἐφ' οἷς ὑπὲρ τὸ δέον ἔδρα, μετὰ θάνατον τοῦ Ἁγιοθεοδωρίτου Μιχαήλ, τοῦ ἐν ὑπογραφεῦσι βασιλικοῖς μεγάλου, ἔγγιστα τῷ βασιλεῖ γεγονὼς ὑπερεφαίνετο, οἱ μὲν ἄλλοι ἐχεφρονοῦντες ἔπεττον εἴ τί που χόλου καὶ εἶχον ἐφ' οἷς μὴ ἀνέβαινον, ὁ δὲ πρὸ τῆς βασιλείου σκηνῆς καθήμενος ἐξεβόησεν εἰς πολλῶν ἀκοὰς λόγῳ σχετλιασμοῦ ἄδικα πάσχειν, εἴπερ ὁ δεῖνα μὲν καὶ ὁ δεῖνα, οὐκ εἰς τοσοῦτον κακοὶ πεφηνότες, εἶτα ὑψοῦνται, αὐτὸς δὲ φαυλεπίφαυλος ὤν, καί, ὡς ἄν τις κωμικευόμενος εἴποι, μιαρὸς καὶ παμμίαρος καὶ μιαρώτατος καὶ ἄνθος κακίας καὶ πονηρίας ἄβυσσος καὶ οἷος διορᾶσθαι ὅσα καὶ δαίμων, ἀφίεται ζῆν εἰκῇ καὶ οὐκ εἰς μέσον παράγεται, τὰ οἰκεῖα ἐπιδειξόμενος καὶ ἀρέσων εἰς πλουτοποιίαν. Ἐπῆγε δὲ ἑαυτῷ καὶ ὅρκον μέγιστον, μὴ ἂν εὑρήσεσθαι τὸν ἐπὶ κακίᾳ ἴσον. Ἔφη ταῦτα στηλογραφῶν ἑαυτὸν καὶ περιαυτολογῶν, ὡς αὐτῷ ἔπρεπε, καὶ ἐπὶ πᾶσιν ἐστέναξεν ὡς βαρυπενθῶν καὶ ἐξεπυρώθη χόλῳ τὸ πρόσωπον. Καὶ οἱ μὲν ἄλλοι ἐταράχθησαν πρὸς τὸν λόγον καὶ ἐκαραδόκουν κακά, λογιζόμενοι ὡς οὐ μόνον αὐτὸς δεινὰ πείσεται αὐτίκα, τῆς βοῆς ἐντὸς ἀκουσθείσης καὶ εἰς ὕβριν τῷ βασιλεῖ λογισθείσης, ἀλλὰ καὶ αὐτοὶ πρὸς μέμψεως ἔσονται, ὅτι μὴ θυμὸν κατὰ τοιούτου ἀνδρὸς ἀνέλαβον. Καὶ αὐτοὶ μὲν οὕτως. Τοῦ δὲ καθ' ἡμᾶς βίου τὸ χρεὼν οἷς ἡμάρτομεν τότε μὲν ἀθῶον ἀφῆκε μεῖναι τὸν ἄνδρα, μέγα καὶ τοῦτο δοκοῦν εἶναι· οὐ μακρὸς δὲ διέσχε χρόνος καὶ ἤρξατο παρυψοῦσθαι ὁ ἄνθρωπος καί, κηρύξας ἑαυτὸν πονηρότατον, εὕρηκεν ἐπὶ πείρᾳ γέρας ὅμοιον, ὡς εἰ καὶ δεινός τις κλέπτειν εἶναι ἀνακηρύξας προσληφθείη ποθέν. Καὶ ἐκεῖθεν ἀρξάμενος τοῦ κατὰ βίου ὕψους γίνεται ἐπὶ τοῦ στρατοῦ, καὶ εὑρεθεὶς ἐπὶ τοῦ Ἀνδρονίκου τοιοῦτος προσλαμβάνεται. Καὶ ἡ καθ' ἡμῶν πτερωθεῖσα συμφορὰ αἴρει αὐτὸν ἐπὶ πλέον ὑψοῦ καὶ εἰς ψυχὴν ἐντήκει φιλίως τῷ Ἀνδρονίκῳ, ἵνα πάγχυ κακὸς κακὸν ἡγηλάζῃ καὶ μὴ τὰ καλὰ τοῖς κακοῖς συμφύρηται καὶ ὁ ὅμοιος ἐς τὸν ὅμοιον ἄγηται. Καὶ οὕτω φρονηματισθεὶς εἰς πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
